Book 7
29.12
οἵπερ ἐκ τοῦ αἰφνιδίου τὸ κῆτος ἰδόντες ἔφευγον ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν, οἱ δὲ πλεῖστοι ἀμφὶ τοῦ Σαγάριδος τὰς ἐκβολὰς ἦλθον. τινὰς μὲν οὖν αὐτῶν καταλαβὸν τὸ κῆτος καταπιεῖν εὐθὺς ἴσχυσεν.
29.13
εἴτε δὲ πείνῃ εἴτε φιλονεικίᾳ ἔτι ἐχόμενον οὐδέν τι ἧσσον ἐδίωκεν, ἕως δὴ αὐτὸ ἄγχιστά πη τῆς γῆς ἐκπεσὸν ἔλαθεν.
29.14
ἐνταῦθά τε ἰλύϊ βαθείᾳ κομιδῆ ἐντυχὸν ἐβιάζετο μὲν καὶ πάντα ἐκίνει, ὅπως δὴ ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσοιτο, διαφυγεῖν δὲ τὸ τέναγος τοῦτο οὐδαμῆ εἶχεν, ἀλλ’ ὑπὸ τῷ πηλῷ ἔτι μᾶλλον ἐγίνετο.
29.15
ἐπεὶ δὲ τοῦτο ἐς τοὺς περιοίκους ἅπαντας ἦλθε, δρόμῳ εὐθὺς ἐπ’ αὐτὸ ᾔεσαν, ἀξίναις τε πανταχόθεν ἐνδελεχέστατα κόψαντες οὐδ’ ὣς ἔκτειναν, ἀλλὰ σχοίνοις ἁδραῖς τισιν εἷλκον.
29.16
ἕν τε ἁμάξαις ἐνθέμενοι εὕρισκον μῆκος μὲν πηχῶν μάλιστα τριάκοντα ὄν, εὖρος δὲ δέκα. ἐνταῦθά τε κατὰ συμμορίας τινὰς διασπασάμενοι οἱ μέν τινες αὐτοῦ ἐν τῷ παρόντι ἐγεύσαντο, οἱ δὲ καὶ μοῖραν ταριχεῦσαι τὴν ἐπιβάλλουσαν σφίσιν ἔγνωσαν.
29.17
Βυζάντιοι δέ, ἐπειδὴ τῶν τε σεισμῶν ᾔσθοντο καὶ τὰ ξυμπεσόντα ἀμφί τε τῷ Νείλῳ καὶ τῷ κήτει τούτῳ ἔγνωσαν, προὔλεγον αὐτίκα ξυμβήσεσθαι ὅσα δὴ αὐτῶν ἑκάστῳ ἤρεσκε.
29.18
φιλοῦσι γὰρ ἄνθρωποι τοῖς παροῦσι διαπορούμενοι τὰ ἐσόμενα τερατεύεσθαι, καὶ τοῖς ἐνοχλοῦσιν ἀποκναιόμενοι τὰ ξυμβησόμενα λόγῳ οὐδενὶ τεκμηριοῦσθαι.
29.19
ἐγὼ δὲ μαντείας τε καὶ τεράτων δηλώσεις ἄλλοις ἀφιεὶς ἐκεῖνο εὖ οἶδα, ὡς ἡ μὲν τοῦ Νείλου ἐπὶ τῆς χώρας διατριβὴ μεγάλων αἰτία ἔν γε τῷ παρόντι συμφορῶν γέγονε, τὸ δὲ κῆτος ἀφανισθὲν πολλῶν ἀπαλλαγὴ κακῶν διαδείκνυται οὖσα.