Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

3.3 ἐπειδή τε ἅπαντες ξυνελέγησαν, ἔδοξε σφίσιν ἄμεινον εἶναι πρῶτον ἐπὶ Βερώνην, ἣ ἐν Βενετίαις ἐστί, στρατεύεσθαι, καὶ ἐπειδὰν αὐτήν τε καὶ Γότθους τοὺς ἐνταῦθα ἐξέλωσιν, οὕτω δὴ ἐπί τε Τουτίλαν καὶ Τικινοὺς ἰέναι.
3.4 οὗτος μὲν οὖν ὁ Ῥωμαίων στρατὸς εἰς δισχιλίους τε καὶ μυρίους ξυνείλεκτο, ἄρχοντες δὲ αὐτῶν ἕνδεκα ἦσαν, ὧν οἱ πρῶτοι ἐτύγχανον Κωνσταντινανός τε καὶ Ἀλέξανδρος, οἳ καὶ εὐθὺ πόλεως Βερώνης ἐχώρουν.
3.5 γενόμενοι δὲ αὐτῆς ἄγχιστα, ὅσον ἀπὸ σταδίων ἑξήκοντα, ἐστρατοπεδεύσαντο ἐν τῷ ταύτῃ πεδίῳ. τούτου γὰρ πανταχόσε τοῦ χωρίου πεδία ἱππήλατά ἐστι, διήκοντα ἐς Μάντουαν πόλιν, ἥπερ διέχει πόλεως Βερώνης ἡμέρας ὁδῷ.
3.6 Ἦν δέ τις ἐν Βενέτοις ἀνὴρ λόγιμος, Μαρκιανὸς ὄνομα, ὅσπερ ἐν φρουρίῳ μὲν κατῴκητο πόλεως Βερώνης οὐ πολλῷ ἄποθεν, εὐνοϊκῶς δὲ βασιλεῖ ἐς τὰ μάλιστα ἔχων τὴν πόλιν παραδοῦναι τῷ Ῥωμαίων στρατῷ ἐν σπουδῇ ἐποιεῖτο.
3.7 καί, ἦν γάρ οἱ τῶν τις φυλάκων ἐκ παιδὸς γνώριμος, πέμψας παρ’ αὐτὸν τῶν οἱ ἐπιτηδείων τινὰς χρήμασιν ἀναπείθει τὸν ἄνθρωπον τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι.
3.8 καὶ ἐπεὶ ταῦτα ὡμολόγει ὁ τῶν πυλῶν φύλαξ, πέμπει τοὺς πρὸς αὐτὸν πράξαντας ὁ Μαρκιανὸς παρὰ τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, ἐφ’ ᾧ τά τε ξυγκείμενα ἐσαγγείλωσι καὶ ξὺν αὐτοῖς ἐς τὴν πόλιν εἰσβάλλωσι νύκτωρ.
3.9 ἔδοξε δὲ τοῖς ἄρχουσι ξύμφορον εἶναι προτερῆσαι μὲν αὐτῶν ἕνα ξὺν ὀλίγοις τισίν· ἢν δέ γε ὁ φύλαξ αὐτοῖς ἀνακλίνῃ τὰς πύλας, ἔχεσθαί τε αὐτῶν καὶ τῇ πόλει ξὺν τῷ ἀσφαλεῖ τὸν στρατὸν δέξασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme