Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

28.16 μέγα τε πάθος τοῦτο Ῥωμαίοις ξυνέβη, ἐπεὶ ἐς αὐτοὺς ἅτε διαφέροντας τὰ πολέμια τὴν ἐλπίδα ξύμπαντες εἶχον.
28.17 ὅσοι μέντοι φυγεῖν ἴσχυσαν, ὥς πη ἑκάστῳ δυνατὰ γέγονε διεσώθησαν. πρῶτός τε Βαρβατίων ὁ Βελισαρίου δορυφόρος ξὺν ἑτέροις δυοῖν φεύγων ἀνὰ κράτος ἐς τὸν Κρότωνα ἦλθε. καὶ τύχην τὴν παροῦσαν ἀπαγγέλλων ἐπεῖπεν οἴεσθαι αὐτίκα δὴ μάλα καὶ τοὺς βαρβάρους παρέσεσθαι.
28.18 Βελισάριος δὲ ταῦτα ἀκούσας ἔν τε μεγάλῳ πένθει ἐγίνετο καὶ ἐς τὰς ναῦς ἐσεπήδησεν. ἔνθεν τε ἄραντες καὶ πνεύματος ἐπιτυχόντες ἐκείνῃ τῇ ἡμέρᾳ τῇ Σικελίας Μεσήνῃ προσέσχον, ἣ τοῦ μὲν Κρότωνος ἑπτακοσίους σταδίους διέχει, Ῥηγίνων δὲ καταντικρὺ κεῖται.
29.1 Ὑπὸ τοῦτον τὸν χρόνον Σκλαβηνῶν στράτευμα διαβάντες ποταμὸν Ἴστρον Ἰλλυριοὺς ἅπαντας ἄχρι Ἐπιδαμνίων ἔδρασαν ἀνήκεστα ἔργα, κτείνοντες καὶ ἀνδραποδίζοντες τοὺς ἐν ποσὶν ἡβηδὸν ἅπαντας καὶ τὰ χρήματα ληϊζόμενοι.
29.2 ἤδη δὲ καὶ φρούρια ἐνταῦθα πολλά τε καὶ δοκοῦντα ἐχυρὰ τὰ πρότερα εἶναι οὐδενὸς ἀμυνομένου ἐξελεῖν ἴσχυσαν, καὶ περιήρχοντο ξύμπαντα κατ’ ἐξουσίαν διερευνώμενοι.
29.3 οἱ δὲ τῶν Ἰλλυριῶν ἄρχοντες στράτευμα πεντακισχιλίων τε καὶ μυρίων ἔχοντες εἵποντο, ἄγχιστα μέντοι τῶν πολεμίων οὐδαμῆ ἐτόλμων ἰέναι.
29.4 Τότε δὲ καὶ σεισμοὶ πολλάκις χειμῶνος ὥρᾳ σκληροί τε λίαν καὶ ὑπερφυεῖς ἔν τε Βυζαντίῳ καὶ χωρίοις ἄλλοις ἐγένοντο, νύκτωρ ἅπαντες.
29.5 καὶ οἱ μὲν ταύτῃ ᾠκημένοι καταχωσθήσεσθαι ὑποτοπήσαντες ἐν δέει μεγάλῳ ἐγένοντο, οὐδὲν μέντοι ἐνθένδε φλαῦρον αὐτοῖς ξυνηνέχθη παθεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme