Book 7
28.8
ἐνταῦθα μὲν παρὰ τὴν ἀκτὴν Ῥουσκιανή ἐστι τὸ Θουρίων ἐπίνειον, ὕπερθεν δὲ αὐτοῦ ὅσον ἀπὸ σταδίων ἑξήκοντα φρούριον ἐχυρώτατον ἐδείμαντο οἱ πάλαι Ῥωμαῖοι. ὅπερ Ἰωάννης πολλῷ πρότερον καταλαβὼν ἔτυχε φρουράν τε λόγου ἀξίαν ἐκείνῃ καταστησάμενος.
28.9
Οἱ μὲν οὖν Βελισαρίου στρατιῶται ἐνταῦθά πη ἰόντες πολεμίων στρατεύματι ἐντυγχάνουσιν, οὕσπερ ὁ Τουτίλας ἔπεμψεν, ἐφ’ ᾧ ἀποπειράσονται τοῦ τῇδε φρουρίου.
28.10
ἐς χεῖρας δὲ αὐτοῖς αὐτίκα ἐλθόντες ἀρετῇ τε οὐδενὶ πόνῳ ἔτρεψαν, καίπερ αὐτῶν τῷ πλήθει παρὰ πολὺ ἐλασσούμενοι, καὶ πλέον ἢ διακοσίους διέφθειραν.
28.11
οἱ δὲ λοιποὶ φεύγοντες παρὰ Τουτίλαν τε ἀφίκοντο καὶ τὰ ξυμπεσόντα πάντα ἐσήγγελλον· οἵ τε Ῥωμαῖοι αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον, ἅτε δὲ ἄναρχοι καὶ νενικηκότες ἀδεέστερον τῇ διαίτῃ ἐχρῶντο.
28.12
οὔτε γὰρ ἀγηγερμένοι ἡσύχαζον οὔτε ἄγχιστα τῆς στενοχωρίας ἐγκαθεζόμενοι τὰς εἰσόδους ἐφύλασσον, ἀλλ’ ἐς ὀλιγωρίαν τραπόμενοι νύκτωρ μὲν ὡς ἀπωτάτω ἀλλήλων διεσκηνημένοι ἐκάθευδον, ἐν δὲ δὴ τῇ ἡμέρᾳ τὰ ἐπιτήδεια διερευνώμενοι περιήρχοντο, οὔτε τινὰς ἐπὶ κατασκοπῇ στείλαντες οὔτε ἄλλο ὁτιοῦν ἀσφαλείας πέρι βεβουλευμένοι.
28.13
Τουτίλας οὖν, ἐπειδὴ ἐπύθετο ἅπαντα, ἐς τρισχιλίους ἱππεῖς τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἐπὶ τοὺς πολεμίους ᾔει.
28.14
καὶ αὐτοῖς ἐπιπεσὼν ἀπροσδοκήτως οὐ ξυντεταγμένοις, ἀλλ’ οὕτω περιιοῦσιν ὥσπερ εἴρηται,
28.15
κατέπληξέ τε καὶ συνετάραξεν ἅπαντας. ἐνταῦθα Φάζας ʽἄγχιστα γάρ πη ἐσκηνημένος ἐτύγχανεν’ ὑπαντιάσας τοῖς πολεμίοις ἔργα τε ἀρετῆς ἄξια ἐνδειξάμενος, τισὶ μὲν τοῦ διαφυγεῖν αἴτιος γέγονεν, αὐτὸς δὲ ξὺν τοῖς ἀμφ’ αὐτὸν ἅπασι θνήσκει.