Book 7
28.1
Βελισάριος μὲν οὖν εὐθὺ ἰέναι τοῦ Τάραντος ἐν σπουδῇ εἶχεν. ἔστι δέ τις ἀκτὴ μηνοειδὴς ἐνταῦθα, οὗ δὴ τῆς ἠϊόνος ὑποχωρούσης ἡ θάλασσα ὥσπερ ἐν κόλπῳ ἐπὶ πλεῖστον τῆς γῆς ἀναβαίνει.
28.2
καὶ ὁ μὲν τῆς ἀκτῆς ταύτης διάπλους ἅπας ἐς χιλίους σταδίους διήκει, ἑκατέρωθι δὲ παρὰ τοῦ ῥεύματος τὴν ἐκβολὴν κεῖται πολίσματα δύο· θάτερον μὲν ὁ Κρότων πρὸς δύοντά που τὸν ἥλιον, ὁ Τάρας δὲ πρὸς ἀνίσχοντα.
28.3
κατὰ δὲ τὸ μέσον τῆς ἠϊόνος Θουρίων ἡ πόλις οἰκεῖται. τοῦ δὲ χειμῶνος ἀντιστατοῦντος καὶ τοῦ πνεύματος σὺν πολλῷ ῥοθίῳ βιαζομένου, περαιτέρω δὲ τὰς ναῦς ἰέναι οὐδαμῆ ἐφιέντος, τῷ Κροτωνιατῶν λιμένι προσέσχε.
28.4
Βελισάριος οὖν, ἐπεὶ οὔτε τι ὀχύρωμα ἐνταῦθα εὗρεν οὔτε τοῖς στρατιώταις ὅθεν ἂν τὰ ἐπιτήδεια ἐσκομίζοιντο εἶχεν, αὐτὸς μὲν ξύν τε τῇ γυναικὶ καὶ τοῖς πεζοῖς αὐτοῦ ἔμεινεν, ὅπως ἐνθένδε μεταπέμπεσθαί τε καὶ διέπειν τὸ ξὺν τῷ Ἰωάννῃ στράτευμα δύνηται·
28.5
τοὺς δὲ ἱππεῖς ἅπαντας ἐπίπροσθεν ἐκέλευεν ἰόντας στρατοπεδεύεσθαι παρὰ τὰς τῆς χώρας εἰσόδους, Φάζαν τε τὸν Ἴβηρα καὶ Βαρβατίωνα τὸν δορυφόρον αὐτοῖς ἐπιστήσας.
28.6
οὕτω γὰρ αὐτοὺς ῥᾷστα ᾤετο σφίσι μὲν καὶ ἵπποις τοῖς σφετέροις τὰ ἐπιτήδεια πάντα πορίζεσθαι, τοὺς δὲ πολεμίους ἐν στενοχωρίᾳ, ὡς τὸ εἰκός, ἀποκρούεσθαι δυνατοὺς ἔσεσθαι.
28.7
τὰ γὰρ Λευκανῶν ὄρη μέχρι ἐς Βριττίους διήκοντα καὶ πρὸς ἄλληλα ἐν στενῷ ξυνιόντα δύο μόνας εἰσόδους στενὰς μάλιστα ἐνταῦθα ποιεῖται, ὧν ἁτέρα μὲν Πέτρα Αἵματος τῇ Λατίνων φωνῇ κέκληται, Λαβοῦλαν δὲ τὴν ἑτέραν καλεῖν οἱ ἐπιχώριοι νενομίκασιν.