Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 7

26.28 Ἰωάννης μὲν οὖν καὶ Ἄρουφος ξὺν τοῖς ἑπομένοις ἔφευγόν τε πάσῃ δυνάμει καὶ ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκοντο, Γότθοι δὲ τὸ Ῥωμαίων στρατόπεδον ληϊσάμενοι ἀπεχώρησαν.
27.1 Τὰ μὲν οὖν ἐν Ἰταλιώταις στρατόπεδα τῇδε ἐφέρετο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα πέμπειν ἄλλο ἐπὶ Γότθους καὶ Τουτίλαν ἔγνω, γράμμασι τοῖς Βελισαρίου ἠγμένος, ἐπεὶ αὐτὸν ἐς τοῦτο ἐνῆγε, τὰ παρόντα σφίσι πολλάκις σημήνας.
27.2 πρῶτα μὲν οὖν Πακούριόν τε τὸν Περανίου καὶ Σέργιον τὸν Σολόμωνος ἀδελφιδοῦν ξὺν ὀλίγοις τισὶν ἔπεμψεν. οἱ δὲ εἰς Ἰταλίαν ἀφικόμενοι τῷ ἄλλῳ στρατῷ αὐτίκα ξυνέμιξαν.
27.3 μετὰ δὲ Βῆρόν τε ξὺν Ἐρούλοις τριακοσίοις καὶ Οὐαράζην Ἀρμένιον γένος ξὺν ὀκτακοσίοις Ἀρμενίοις στέλλει, Βαλεριανόν τε τὸν τῶν Ἀρμενίων στρατηγὸν ἐνθένδε ἀναστήσας ξὺν τοῖς ἑπομένοις δορυφόροις τε καὶ ὑπασπισταῖς πλέον ἢ χιλίοις οὖσιν ἐς Ἰταλίαν ἐκέλευεν ἰέναι.
27.4 Βῆρος οὖν πρῶτος Δρυοῦντι προσχὼν καὶ τὰς ναῦς ἐνταῦθα ἀφεὶς μένειν μὲν αὐτοῦ οὐδαμῆ ἤθελεν, οὗ δὴ καὶ τὸ Ἰωάννου στρατόπεδον ἦν, ἱππεύων δὲ ξὺν τοῖς ἀμφ’ αὐτὸν πρόσθεν ᾔει.
27.5 ἦν γὰρ οὗτος ἀνὴρ οὐ κατεσπουδασμένος, ἀλλὰ μέθης νόσῳ ἀνειμένος ἐκ τοῦ ἐπὶ πλεῖστον, καὶ ἀπ’ αὐτοῦ θράσει ἀπερισκέπτῳ ἐς ἀεὶ εἴχετο.
27.6 ἐπεὶ δὲ ἄγχιστά πη πόλεως Βρεντεσίου ἀφίκοντο, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον. Ἅπερ ὁ Τουτίλας μαθὼν “Ὁ Βῆρος δυοῖν” ἔφη “τὸ ἕτερον· ἢ δυνάμει μεγάλῃ χρῆται, ἢ ἀνοίᾳ πολλῇ ἔχεται.
27.7 ἴωμεν τοίνυν ἐπ’ αὐτὸν αὐτίκα δὴ μάλα, ὅπως ἢ τῆς δυνάμεως ἀποπειρασώμεθα τοῦ ἀνθρώπου, ἢ τῆς ἀνοίας ἐκεῖνος τῆς αὑτοῦ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme