Book 7
26.20
στράτευμα γὰρ δεκαπλάσιον ἢ τὸ τῶν ἐναντίων ἦν ξὺν αὑτῷ ἔχων εὔδηλόν τε ὂν ὅτι δὴ στρατῷ κρείσσονι ξύμφορόν ἐστιν ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι, δέον τε μᾶλλον αὐτὸν ὄρθρου τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ὡς μὴ ἐν σκότῳ διαλαθεῖν δυνατοὶ εἶεν, τοῦτο μὲν ὡς ἥκιστα ἐφυλάξατο· ἦ γὰρ ἅπαντας σαγηνεύσας εὐθὺς ἂν τοὺς ἐναντίους εἷλεν· ἀλλὰ τῷ θυμῷ χαριζόμενος ἀωρὶ τῶν νυκτῶν ἐπέστη τῷ τῶν πολεμίων στρατῷ.
26.21
καὶ αὐτῶν οὐδεὶς μὲν τὸ παράπαν ἐς ἀλκὴν εἶδεν, ἐπεὶ καὶ οἱ πλεῖστοι ἔτι ἐκαθευδον, οὐ μέντοι ἀνελεῖν πολλοὺς δεδύνηνται Γότθοι, ἀλλὰ ἀναστάντες οἱ πλεῖστοι ἅτε ἐν σκότῳ διαλαθεῖν ἴσχυσαν.
26.22
ἔξω δὲ τοῦ στρατοπέδου γενόμενοι ἐς τὰ ὄρη, ἅπερ ἄγχιστά πη πολλὰ ἀνέχει, ἀναδραμόντες ἐσώθησαν.
26.23
ἐν οἷς Ἰωάννης τε αὐτὸς ἦν καὶ Ἄρουφος ὁ τῶν Ἐρούλων ἡγούμενος. ἀπέθανον δὲ Ρωμαῖοι ἐς ἑκατὸν μάλιστα.
26.24
Ἦν δέ τις ξὺν τῷ Ἰωάννῃ Γιλάκιος ὄνομα, Ἀρμένιος γένος, ὀλίγων τινῶν Ἀρμενίων ἄρχων. οὗτος ὁ Γιλάκιος οὔτε ἑλληνίζειν ἠπίστατο οὔτε Λατίνην ἢ Γοτθικὴν ἢ ἄλλην τινὰ ἢ Ἀρμενίαν μόνην ἀφεῖναι φωνήν.
26.25
τούτῳ δὴ Γότθοι ἐντυχόντες τινὲς ἐπυνθάνοντο ὅστις ποτὲ εἴη. κτεῖναι γὰρ τὸν παραπίπτοντα οὐδαμῆ ἤθελον, ὡς μὴ ἀλλήλους διαφθείρειν ἐν νυκτομαχίᾳ, ὡς τὸ εἰκός,
26.26
ἀναγκάζοιντο. ὁ δὲ αὐτοῖς ἄλλο οὐδὲν ἀποκρίνασθαι ἴσχυσε πλήν γε δὴ ὅτι Γιλάκιος στρατηγὸς εἴη. τὸ γὰρ ἀξίωμα, ὃ δὴ πρὸς βασιλέως λαβὼν ἔτυχε, πολλάκις ἀκούσας ἐκμαθεῖν ἴσχυσε.
26.27
ταύτῃ τοίνυν οἱ βάρβαροι αἰσθόμενοι ὅτι δὴ πολέμιος εἴη, ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ δὲ ὕστερον τὸν ἄνθρωπον διεχρήσαντο.