Book 7
1.1
Οὕτω μὲν Βελισάριος, ἔτι τῶν πραγμάτων ᾐωρημένων, ξύν τε Οὐιττίγιδι καὶ Γότθων τοῖς δοκίμοις καὶ τοῖς Ἰλδιβάδου παισὶ τὰ χρήματα πάντα ἐπαγόμενος ἐς Βυζάντιον ἧκε, καί οἱ Ἴλδιγέρ τε καὶ Βαλεριανὸς καὶ Μαρτῖνος ξὺν Ἡρωδιανῷ εἵποντο μόνοι.
1.2
βασιλεὺς δὲ Ἰουστινιανὸς Οὐίττιγιν μὲν ξὺν τῇ γυναικὶ ἀσμένως εἶδε, καὶ τῶν βαρβάρων τὸν ὅμιλον κάλλους τε σώματος καὶ μεγέθους πέρι ἐθαύμασε.
1.3
τὸν δὲ Θευδερίχου πλοῦτον ἀξιοθέατον ὄντα δεξάμενος ἐν Παλατίῳ τοῖς μὲν ἐκ βουλῆς ἐν παραβύστῳ θέαμα προὔθηκεν, ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων φιλοτιμούμενος, οὔτε δὲ ἐς τὸν δῆμον ἐξήνεγκεν οὔτε τὸν θρίαμβον Βελισαρίῳ παρέσχετο, ὥσπερ ἡνίκα Γελίμερά τε καὶ Βανδίλους νενικηκὼς ἦλθε.
1.4
πᾶσι μέντοι ἐν διηγήμασι Βελισάριος ἦν, νίκας τε δύο ἀναδησάμενος, οἵας οὔπω πρότερον ἀνθρώπων οὐδενὶ διαπεπρᾶχθαι ξυνέπεσε, καὶ βασιλεῖς μὲν ἀγαγὼν αἰχμαλώτους ἐς Βυζάντιον δύο, Γιζερίχου δὲ καὶ Θευδερίχου τό τε γένος καὶ τὰ χρήματα λάφυρον Ῥωμαίοις παρὰ δόξαν πεποιημένος, ὧν δὴ ἐπιφανέστερος ἔν γε βαρβάροις οὐδεὶς πώποτε γεγονὼς ἔτυχε, καὶ τὸν μὲν πλοῦτον ἐκ τῶν πολεμίων αὖθις ἐς τὴν πολιτείαν ἀποκομίσας, γῆς τε καὶ θαλάσσης τὴν ἡμίσειαν μάλιστα μοῖραν τῇ βασιλείᾳ ἐν χρόνῳ ὀλίγῳ ἀνασωσάμενος.
1.5
ἦν τε Βυζαντίοις πρὸς ἡδονὴν Βελισάριον ἐπὶ τῆς ἀγορᾶς ἐς ἡμέραν ἑκάστην ἐκ τῆς οἰκίας προϊόντα ἰδεῖν, ἢ ἐς αὐτὴν ἐπανήκοντα, κόρον τε αὐτῶν τοῦ θεάματος τούτου οὐδεὶς ἔλαβε.