Book 6
23.11
οἱ δὲ ἀράμενοι τὰ ὅπλα ἐκ τῶν παρόντων τοὺς ἐπιόντας ἠμύνοντο, ῥᾷστά τε αὐτοὺς ἀρετῇ ὠσάμενοι ἔτρεψαν, καὶ φεύγουσιν ἐπισπόμενοι κατὰ μέσον τοῦ λόφου ἐγίνοντο.
23.12
ἔνθα οἱ βάρβαροι ἐπιστραφέντες καὶ χωρίου ἰσχύϊ πιστεύοντες ἀντίοι τοῖς διώκουσιν ἔστησαν, συχνούς τε αὐτῶν ἅτε κατὰ κορυφὴν βάλλοντες ἔκτειναν, ἕως νὺξ ἐπιλαβοῦσα ἐκώλυσεν. οὕτω τε διαλυθέντες ἑκάτεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.
23.13
ἔτυχον δὲ τῇ προτεραίᾳ τοῦ ἔργου τούτου Γότθων τινὲς ὄρθρου βαθέος τροφῶν ξυγκομιδῆς ἕνεκα ἐς τὰ ἐκείνῃ σταλέντες χωρία.
23.14
οἳ δὴ οὐδὲν ἀμφὶ τῶν πολεμίων τῇ παρουσίᾳ πυθόμενοι ἐς νύκτα ἐπανῆκον. ἄφνω τε τὰ Ῥωμαίων πυρὰ κατιδόντες ἐν θαύματί τε καὶ δέει μεγάλῳ ἐγένοντο.
23.15
καὶ αὐτῶν πολλοὶ μὲν τὸν κίνδυνον ὑποστῆναι τολμήσαντες καὶ λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἐσῆλθον. ὅσοι δὲ κατορρωδήσαντες ἐν τῷ παραυτίκα ἐς ὕλας τινὰς σφᾶς αὐτοὺς ἔκρυψαν, ἐφ’ ᾧ ἐπὶ Ῥαβέννης χωρήσουσιν, οὗτοι δὴ οὐ πολλῷ ὕστερον ὑπὸ τοῖς ἐναντίοις γενόμενοι διεφθάρησαν.
23.16
Βελισάριος δὲ κατιδὼν τὴν Αὔξιμον ἰσχυροτάτην ἐν τῷ ἀσφαλεῖ οὖσαν, παντελῶς τέ οἱ ἀμήχανα εἶναι προσβολὴν τῷ περιβόλῳ ποιήσασθαι, βίᾳ μὲν τὸ χωρίον ἑλεῖν οὐκ ἄν ποτε ᾤετο, πολιορκίᾳ δὲ ἀκριβεῖ ἔς τε ἀπορίαν τῶν ἀναγκαίων καταστήσεσθαι τοὺς πολεμίους ἐλπίδα εἶχε καὶ τῷ χρόνῳ ὑποχειρίους ποιήσασθαι.
23.17
Τοῦ δὲ περιβόλου οὐ μακρὰν ἄποθεν πόαν τινὰ πολλὴν ἡ γῆ ἀνιεῖσα ξυμβολῆς ἀφορμὴν ἐς ἡμέραν ἑκάστην Ῥωμαίοις τε καὶ Γότθοις ἔφερε.