Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

23.4 οὓς δὴ φροντίδα ἔχειν ἐκέλευεν ὅπως μὴ Οὐραΐας τε καὶ οἱ ξὺν αὐτῷ ἐκ Μεδιολάνου ἐπὶ σφᾶς ἴωσιν, ἢν δὲ τῶν πολεμίων τὴν ἔφοδον ἀποκρούεσθαι οὐχ οἷοί τε ὦσιν, ὄπισθεν αὐτοὺς λάθρα ἐπισπομένους κατὰ νώτου ἰέναι.
23.5 καὶ οἱ μὲν πόλιν Δορθῶνα πρὸς τῷ ποταμῷ ἀτείχιστον οὖσαν καταλαβόντες, αὐτοῦ τε ἐνστρατοπεδευσάμενοι ἔμενον, αὐτὸς δὲ ἐς Αὔξιμον πόλιν χιλίους τε καὶ μυρίους ἔχων ἀφίκετο.
23.6 Αὔξιμος δὲ αὕτη πρώτη μὲν τῶν ἐν Πικηνοῖς πόλεών ἐστιν, ἣν δὴ μητρόπολιν καλεῖν νενομίκασι Ῥωμαῖοι. ἀπέχει δὲ ἀκτῆς μὲν κόλπου τοῦ Ἰονίου σταδίους τέσσαράς τε καὶ ὀγδοήκοντα μάλιστα, Ῥαβέννης δὲ πόλεως ὁδὸν τριῶν ἡμερῶν καὶ σταδίους ὀγδοήκοντα.
23.7 κεῖται δὲ ἐπὶ λόφου τινὸς ὑψηλοῦ, εἴσοδον ἐν τῷ ὁμαλεῖ οὐδαμῆ ἔχουσα, καὶ ἀπ’ αὐτοῦ ἀπρόσοδος τοῖς πολεμίοις παντάπασιν οὖσα.
23.8 ἐνταῦθα Γότθων εἴ τι δόκιμον ἦν, Οὐίττιγις ἐς τὴν φρουρὰν κατεστήσατο, τεκμαιρόμενος ὅτι Ῥωμαῖοι, εἰ μὴ ταύτην ἐξέλωσι πρότερον, ἐπὶ Ῥάβενναν οὔποτε στρατεύειν τολμήσωσιν.
23.9 Ἐπειδὴ δὲ ὁ Ῥωμαίων στρατὸς ἐς Αὔξιμον ἦλθεν, ἐκέλευε Βελισάριος παρὰ τοῦ λόφου τὰ ἔσχατα πάντας στρατοπεδεύεσθαι κύκλῳ.
23.10 καὶ οἱ μὲν κατὰ συμμορίας γενόμενοι καλύβας ἄλλος ἄλλῃ τοῦ χωρίου ἐπήγνυντο, κατιδόντες δὲ αὐτοὺς οἱ Γότθοι μακράν που ἀπολελειμμένους ἀλλήλων καὶ σφίσιν αὐτοῖς ἐπιβοηθεῖν ἅτε ἐν μεγάλῳ πεδίῳ οὐκ εὐπετῶς ἔχοντας, ἐκ τοῦ αἰφνιδίου ἀμφὶ δείλην ὀψίαν χωροῦσιν ἐπὶ τοὺς πολεμίους, ἐς τὰ πρὸς ἕω τῆς πόλεως, ᾗ Βελισάριος στρατόπεδον ἔτι ποιούμενος ξύν τε δορυφόροις καὶ ὑπασπισταῖς τοῖς αὐτοῦ ἔτυχεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme