Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

22.21 ταῦτα δὲ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς Χοσρόην τε καὶ Πέρσας βουλεύεσθαι ἤκουσε, καταλύειν μὲν τὸν ἐν τῇ ἑσπερίᾳ πόλεμον ὡς τάχιστα ἔγνω, Βελισάριον δὲ μεταπέμψασθαι ἐφ’ ᾧ ἐπὶ Πέρσας στρατεύσειε.
22.22 τοὺς μὲν οὖν Οὐιττίγιδος πρέσβεις ʽἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον’ αὐτίκα δὴ ἀπεπέμψατο, ἄνδρας παρ’ αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς θήσονται ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ.
22.23 τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόν τε καὶ Πέτρον ἀφῆκαν.
22.24 οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστησάμενος, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένου ἀρχὴν παρασχόμενος.
22.25 καὶ ὁ χειμὼν ἔληγε καὶ τέταρτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
23.1 Βελισάριος δὲ Αὔξιμόν τε καὶ Φισούλαν ἐξελεῖν πρότερον ἤθελε, οὕτω τε ἐπί τε Οὐίττιγιν καὶ Ῥάβενναν ἰέναι, οὐδενὸς ἔτι τῶν πολεμίων οὔτε σφίσιν ἐμποδὼν ἵστασθαι δυναμένου, οὔτε τὰ ὄπισθε κακουργεῖν ἔχοντος.
23.2 Κυπριανὸν μὲν οὖν καὶ Ἰουστῖνον ξὺν τοῖς ἑπομένοις καὶ Ἰσαύρων τισὶν ἐς Φισούλαν ἔπεμψε, καὶ πεντακοσίους πεζοὺς ἐκ καταλόγου οὗ Δημήτριος ἦρχεν, οἳ δὴ τοὺς ἐκείνῃ βαρβάρους ἀμφὶ τὸ φρούριον στρατοπεδευσάμενοι ἐπολιόρκουν.
23.3 Μαρτῖνον δὲ καὶ Ἰωάννην ξὺν τοῖς ἑπομένοις καὶ στρατεύματι ἄλλῳ οὗπερ Ἰωάννης ἡγεῖτο ὃν καὶ Φαγᾶν ἐκάλουν, ἀμφὶ Πάδον ποταμὸν ἔστελλεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme