Book 6
21.40
Ῥεπάρατον δὲ εὑρόντες τὸν τῆς αὐλῆς ἔπαρχον, ἔκοψάν τε κατὰ βραχὺ καὶ αὐτοῦ τὰ κρέα τοῖς κυσὶν ἔρριψαν.
21.41
Βηργεντῖνος δὲ ʽκαὶ γὰρ ἐντὸς ὢν Μεδιολάνου ἔτυχἐ διὰ τε Βενετίων καὶ τῶν ταύτῃ ἐθνῶν ξὺν τοῖς ἑπομένοις ἐς Δαλματίαν κομίζεται. καὶ παρὰ βασιλέα ἐνθένδε ἦλθε, πάθος ἀγγέλλων μέγα τοῦτο ὃ Ῥωμαίοις ξυνέπεσε γενέσθαι.
21.42
καὶ ἀπ’ αὐτοῦ οἱ Γότθοι πόλεις τε τὰς ἄλλας ὁμολογίᾳ εἷλον αἳ Ῥωμαίων ἔτυχον φρουρὰς ἔχουσαι, καὶ Λιγουρίας αὖθις ὅλης ἐκράτησαν. Μαρτῖνος δὲ καὶ Οὐλίαρις ξὺν τῷ στρατῷ ἐπὶ Ῥώμης ἀνέστρεφον.
22.1
Ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε. Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἐν Λιγουρίᾳ ξυμπεπτωκότων, ἐπειδὴ ὁ χειμὼν ἐτελεύτα ἤδη, τῷ παντὶ στρατῷ ἐς Πικηνὸν ᾔει.
22.2
τά τε ἀμφὶ Μεδιολάνῳ τετυχηκότα ἐν ταύτῃ δὴ τῇ πορείᾳ μαθὼν ἐν μεγάλῳ ἐποιήσατο πένθει.
22.3
καὶ Οὐλίαριν μὲν ἐς ὄψιν οἱ ἐλθεῖν οὐκέτι τὸ λοιπὸν εἴασεν, ἅπαντα δὲ τὰ ξυμπεσόντα βασιλεῖ ἔγραψε.
22.4
βασιλεὺς δὲ τούτων μὲν ἕνεκα δεινόν τι εἰργάσατο οὐδένα, τὴν δὲ Βελισαρίου τε καὶ Ναρσοῦ διαφορὰν ἀκούσας Ναρσῆν τε αὐτίκα μεταπεμψάμενος αὐτοκράτορα παντὸς τοῦ πολέμου Βελισάριον κατεστήσατο.
22.5
ὧδε μὲν ἐς Βυζάντιον Ναρσῆς ἐπανῆκε, τῶν στρατιωτῶν ὀλίγους τινὰς ἄγων. Ἔρουλοι δὲ μένειν ἐν Ἰταλίᾳ Ναρσοῦ ἐνθένδε ἀναχωροῦντος οὐκέτι ἠξίουν, καίτοι Βελισαρίου πολλὰ ὑποσχομένου σφίσι πρός τε αὐτοῦ καὶ βασιλέως ἀγαθὰ μένουσιν ἔσεσθαι, ἀλλὰ συσκευασάμενοι ἅπαντες τὰ μὲν πρῶτα ἐπὶ Λιγουρίας ἀπεχώρησαν.