Book 6
21.25
Ἐν ᾧ δὲ οἵ τε ἀμφὶ Μαρτῖνον τῇ ἐς τὴν διάβασιν ὀκνήσει ἐχρῶντο καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην τὰς Ναρσοῦ ἐντολὰς ἔμενον, ἐν τούτῳ χρόνου δαπανᾶσθαι πολύ τι χρῆμα τῇ πολιορκίᾳ τετύχηκεν.
21.26
οἰ δὲ πολιορκούμενοι ἤδη ἐς ἄγαν τῷ λιμῷ πιεζόμενοι καὶ τοῦ κακοῦ ὑπερβιαζομένου κυνῶν τε καὶ μυῶν οἱ πλεῖστοι ἐγεύσαντο καὶ ζῴων ἄλλων ὅσα ἐς βρῶσιν ἀνθρώπου οὔποτε ἦλθον.
21.27
οἱ μὲν οὖν βάρβαροι πρέσβεις παρὰ Μουνδίλαν πέμψαντες ἐνδοῦναι σφίσι τὴν πόλιν ἐκέλευον, ἐφ’ ᾧ ἀπαθεῖς αὐτός τε καὶ οἱ στρατιῶται κακῶν μείνωσιν.
21.28
ὁ δὲ ταῦτα ὡμολόγησε πράξειν, ἢν ἐκεῖνοι ὑπέρ τε αὐτῶν τὰ πιστὰ δώσουσι καὶ ὡς οὐδὲν ἄχαρι ἐς τῶν οἰκητόρων τινὰ δράσουσιν.
21.29
ὡς δὲ οἱ πολέμιοι Μουνδίλᾳ τε καὶ τοῖς στρατιώταις τὰ πιστὰ ἔδοσαν, θυμῷ τε πολλῷ ἐς Λιγούρους ἐχόμενοι ἅπαντας ἀπολοῦντες ἔνδηλοι ἦσαν, συγκαλέσας Μουνδίλας τοὺς στρατιώτας ἅπαντας ἔλεξε τοιάδε·
21.30
“Εἴ τινες καὶ ἄλλοι πώποτε, παρὸν αἰσχρῶς βιῶναι, οἱ δὲ μᾶλλον εὐκλεῶς ἀποθανεῖν εἵλοντο σωτηρίας τῆς παραυτίκα τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν ἀλλαξάμενοι, τοιούτους δή τινας ἐν τῷ παρόντι βουλοίμην ἂν καὶ ὑμᾶς εἶναι καὶ μὴ τῷ φιλοψύχῳ τὸν μετὰ τῆς αἰσχύνης βίον διώκειν, καὶ ταῦτα ἀπὸ τῆς Βελισαρίου διδασκαλίας, ἧς ἐκ παλαιοῦ μετασχοῦσιν ὑμῖν μὴ οὐχὶ γενναίοις τε καὶ λίαν εὐτόλμοις εἶναι οὐχ ὅσιον.
21.31
τοῖς μὲν γὰρ εἰς φῶς ἥκουσι μία τις ἅπασι προέρχεται τύχη, τοῖς καθήκουσι τεθνήξεσθαι χρόνοις· τρόπῳ δὲ τῆς τελευτῆς ἄνθρωποι ἀλλήλων ὡς τὰ πολλὰ διαλλάσσουσι.