Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

21.5 κομισθεὶς οὖν ἐς τὸ Ῥωμαίων στρατόπεδον καὶ παρὰ τοὺς ἡγουμένους ἥκων ἔλεξε τοιάδε· “Μαρτῖνέ τε καὶ Οὐλίαρι, οὐ δίκαια ποιεῖτε οὐδὲ δόξης τῆς ὑμῶν αὐτῶν ἄξια, λόγῳ μὲν ἐπὶ σωτηρίᾳ τῶν βασιλέως πραγμάτων ἥκοντες, ἔργῳ δὲ τὴν Γότθων δύναμιν αὔξοντες.
21.6 Μεδιόλανος γὰρ ἥδε, πόλεων τῶν ἐν Ἰταλίᾳ πασῶν μάλιστα μεγέθει τε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ παρὰ πολὺ προὔχουσα, χωρὶς δὲ τούτων πρός τε Γερμανοὺς καὶ τοὺς ἄλλους βαρβάρους ἐπιτείχισμά τε οὖσα καὶ πάσης, ὡς εἰπεῖν, προβεβλημένη τῆς Ῥωμαίων ἀρχῆς, ἐς κίνδυνόν τινα ἐμπέπτωκε μέγαν ξύν τε Μουνδίλᾳ καὶ τῷ βασιλέως στρατῷ, παρὰ μὲν τῶν πολεμίων ἐνοχλουμένη, παρὰ δὲ ὑμῶν ἀμελουμένη.
21.7 ἡλίκα μὲν οὖν ἠδίκηται βασιλεὺς παρ’ ὑμῶν ἐν τῷ παρόντι, λέγειν ἀφίημι. οὐ γάρ μοι πλείοσι λόγοις ὁ καιρὸς ἐνδίδωσι χρῆσθαι, ὀξεῖάν τινα τῇ πόλει τὴν ἐπικουρίαν ἐπιζητῶν, ἕως ἔτι λείπεταί τις ἐλπίς.
21.8 ὑμᾶς δέ φημι χρῆναι αὐτίκα δὴ μάλα κινδυνεύουσι Μεδιολανίταις ἀμύνειν. ἢν γάρ τινι μελλήσει ἔν γε τῷ παρόντι ἐς ἡμᾶς χρῆσθε, ἡμῖν μὲν τὰ πάντων πικρότατα πεπονθόσιν ἀπολωλέναι ξυμβήσεται, ὑμῖν δὲ τὸ τοῖς πολεμίοις τὴν βασιλέως προέσθαι δύναμιν.
21.9 προδόται γάρ, οἶμαι, καλεῖσθαί εἰσι δίκαιοι οὐχ οἳ ἂν τὰς πύλας τοῖς ἐναντίοις ἀνακλίνοιεν μόνον, ἀλλ’ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, οἳ ἂν πολιορκουμένοις παρὸν τοῖς φιλτάτοις ἀμύνειν, οἱ δὲ τὴν ἀκίνδυνον ὄκνησιν πρὸ τῆς ἀγωνίας ἑλόμενοι, τὴν ἐκείνων, ὡς τὸ εἰκός, ἐπικράτησιν τοῖς πολεμίοις δεδώκασι.”

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme