Book 6
20.29
λέγουσιν οὖν τὸν ὀκτωκαιδέκατον ξένον ἐξ ὕπνου ἀναστάντα, ἡνίκα αὐτῷ ταῦτα τὰ γύναια ἐγχειρεῖν ἔμελλον, μαθεῖν τε παρ’ αὐτῶν ἀναθορόντα τὸν πάντα λόγον καὶ ἄμφω κτεῖναι.
20.30
τοῦτο μὲν δὴ οὕτω γεγενῆσθαί φασιν. οἱ δὲ πλεῖστοι τῇ τοῦ λιμοῦ ἀνάγκῃ ἐχόμενοι, εἴ πού τις παρατύχῃ πόα, πολλῇ μὲν σπουδῇ ἐπ’ αὐτὴν ᾔεσαν, ὀκλάσαντες δὲ ἀνέλκειν αὐτὴν ἐκ γῆς ἐπειρῶντο.
20.31
εἶτα ʽοὐ γὰρ ἠδύναντο, ἐπεὶ πᾶσα αὐτοὺς ἰσχὺς ἐπελελοίπεἰ ὑπέρ τε τῆς πόας καὶ τῆς χειρὸς πίπτοντες ἔθνησκον.
20.32
καὶ γῇ μὲν αὐτοὺς ἔκρυπτεν οὐδεὶς οὐδαμῶς· οὐ γὰρ ἦν τις ὅτῳ καὶ ταφῆς λόγος γένοιτο· ὄρνις μέντοι αὐτῶν οὐδεὶς ἥπτετο, οἷοι πολλοὶ σιτίζεσθαι πεφύκασι νεκροῖς σώμασιν,
20.33
ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο. σάρκας γὰρ ἁπάσας, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, προδεδαπανῆσθαι τῷ λιμῷ ἤδη τετύχηκε. τὰ μὲν δὴ ἀμφὶ τῷ λιμῷ ταύτῃ πη ἔσχε.
21.1
Βελισάριος δὲ ἐπειδὴ Οὐραΐαν τε καὶ τοὺς βαρβάρους Μεδιόλανον πολιορκεῖν ἤκουσε, Μαρτῖνόν τε καὶ Οὐλίαριν ξὺν πολλῷ στρατῷ ἐπ’ αὐτοὺς ἔπεμψεν.
21.2
οἱ δὲ ἀφικόμενοι ἐς ποταμὸν Πάδον, ὃς Μεδιολάνου ἀπέχει ἡμέρας ὁδόν, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον. χρόνος τε σφίσι πολὺς ἐνταῦθα ἐτρίβη, ἀμφὶ τῇ διαβάσει τοῦ ποταμοῦ βουλὴν ἔχουσιν.
21.3
ὅπερ ἐπεὶ Μουνδίλας ἤκουσε, τῶν τινα Ῥωμαίων, Παῦλον ὄνομα, παρ’ αὐτοὺς ἔπεμψεν.
21.4
ὁ δὲ λαθὼν μὲν τοὺς πολεμίους ἐς τοῦ Πάδου τὴν ὄχθην ἦλθεν. ὁλκάδος δὲ οὐδεμιᾶς ἐν τῷ παραυτίκα ἐπιτυχὼν ἀπεδύσατό τε καὶ νηχόμενος ξὺν μεγάλῳ κινδύνῳ τὴν διάβασιν ἐποιήσατο.