Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

2.25 Ἐπεὶ δὲ ἅπαντες ἐν τῇ πόλει ἐγένοντο, τῶν τραυμάτων ἐπεμελοῦντο. Ἄρζου μὲν οὖν τὸ βέλος ἀπὸ τοῦ προσώπου ἀφέλκεσθαι βουλόμενοι οἱ ἰατροὶ χρόνον τινὰ ἤσχαλλον, οὐχ ὅτι τοῦ ὀφθαλμοῦ ἕνεκεν, ὃν δὴ οὐκ ἄν ποτε σωθήσεσθαι ὑπετόπαζον, ἀλλ’ ὅπως μὴ ὑμένων τε καὶ νεύρων τρήσεσιν, οἷα πολλὰ ἐνταῦθά ἐστιν, ἄνδρα τῆς Βελισαρίου οἰκίας ἄριστον διαφθείρωσιν.
2.26 ἔπειτα δὲ τῶν τις ἰατρῶν, Θεόκτιστος ὄνομα, ὄπισθεν ἐς τὸν αὐχένα ἐρείσας ἐπυνθάνετο τοῦ ἀνθρώπου εἰ λίαν ἀλγοίη.
2.27 τοῦ δὲ ἀλγεῖν φήσαντος, “Οὐκοῦν αὐτός τε σωθήσῃ,” εἶπε, “καὶ τὴν ὄψιν οὐκ ἂν βλαβήσῃ.” ταῦτα δὲ ἰσχυρίσατο τεκμηράμενος ὅτι τοῦ βέλους ἡ ἀκὶς τοῦ δέρματος οὐ πόρρω διήκει.
2.28 τοῦ μὲν οὖν ἀτράκτου ὅσον ἔξω ἐφαίνετο ἐκτεμὼν ἔρριψε, διελὼν δὲ τῶν ἰνίων τὸ δέρμα οὗ μάλιστα ὁ ἀνὴρ πολυώδυνος ἦν, ἐντεῦθεν πόνῳ οὐδενὶ τὴν ἀκίδα ἐφείλκυσε, τρισί τε προὔχουσαν ὀπίσω ὀξείαις καὶ μοῖραν τοῦ βέλους τὴν λειπομένην ξὺν αὐτῇ φέρουσαν.
2.29 οὕτω τε Ἄρζης κακῶν τε παντάπασιν ἀπαθὴς ἔμεινε καὶ οὐδὲ ἴχνος αὐτοῦ τῆς πληγῆς ἐς τὸ πρόσωπον ἀπελείπετο.
2.30 Κουτίλας δὲ βιαιότερον τοῦ δορατίου ἐκ τῆς κεφαλῆς ἀφαιρεθέντος ʽἐπεπήγει γὰρ ἐπὶ πλεῖστον’ ἐς λειποθυμίαν ἐξέπεσεν.
2.31 ἐπεὶ δέ οἱ φλεγμαίνειν αἱ τῇδε μήνιγγες ἤρξαντο, φρενίτιδι νόσῳ ἁλοὺς οὐ πολλῷ ὕστερον ἐτελεύτησε.
2.32 Βώχαν μέντοι αὐτίκα αἵματός τε ῥύσις ἄφατος ἐκ τοῦ μηροῦ ἔσχε καὶ τεθνηξομένῳ οὐκ ἐς μακρὰν ἐῴκει. αἴτιον δὲ τούτου εἶναι ἰατροὶ ἔλεγον ὅτι οὐκ ἐπ’ εὐθείας, ἀλλ’ ἐγκαρσίᾳ ἐντομῇ τὸν μυῶνα ἡ πληγὴ ἔκοψεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme