Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

18.28 ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ναρσῆν τὸν ἡμέτερον ταμίαν οὐκ ἐφ’ ᾧ ἄρξαι τοῦ στρατοπέδου ἐς Ἰταλίαν ἐπέμψαμεν· μόνον γὰρ Βελισάριον παντὶ τῷ στρατῷ ἐξηγεῖσθαι βουλόμεθα ὅπη ἂν αὐτῷ δοκῇ ὡς ἄριστα ἔχειν, αὐτῷ τε ὑμᾶς ἕπεσθαι ἅπαντας ἐπὶ τῷ συμφέροντι τῇ ἡμετέρᾳ πολιτείᾳ προσήκει.” τὰ μὲν οὖν βασιλέως γράμματα ὧδέ πη εἶχε.
18.29 Ναρσῆς δὲ τῆς ἐπιστολῆς τοῦ ἀκροτελευτίου λαβόμενος ἀπ’ ἐναντίας Βελισάριον ἰσχυρίζετο ἐν τῷ παρόντι τοῦ τῆς πολιτείας ξυμφόρου βουλεύεσθαι· διὸ δὴ σφίσιν οὐκ ἀναγκαῖον εἶναι αὐτῷ ἕπεσθαι.
19.1 Ταῦτα ἀκούσας Βελισάριος Περάνιον μὲν ἐς Οὐρβιβεντὸν ξὺν πολλῇ στρατιᾷ, ἐφ’ ᾧ πολιορκήσουσιν αὐτήν, ἔπεμψεν, αὐτὸς δὲ ἐπὶ Οὐρβῖνον τὸ στράτευμα ἐπῆγε, πόλιν τε ἐχυρὰν καὶ Γότθων φρουρὰν διαρκῆ ἔχουσαν ʽἀπέχει δὲ αὕτη Ἀριμίνου πόλεως ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρἴ, καί οἱ τῆς στρατιᾶς ἐξηγουμένῳ Ναρσῆς τε καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ξύμπαντες εἵποντο.
19.2 τῆς τε πόλεως ἀγχοῦ ἐλθόντες παρὰ τοῦ λόφου τὸν πρόποδα ἐστρατοπέδευσαν δίχα· οὐ γάρ πη ἀλλήλοις ξυνετετάχατο, ἀλλ’ οἱ μὲν ἀμφὶ Βελισάριον τὰ πρὸς ἕω τῆς πόλεως εἶχον, οἱ δὲ ἀμφὶ Ναρσῆν τὰ πρὸς ἑσπέραν.
19.3 κεῖται δὲ Οὐρβῖνος ἐπὶ λόφου περιφεροῦς τε καὶ ὑψηλοῦ λίαν. οὐ μέντοι ὁ λόφος οὔτε κρημνώδης οὔτε παντάπασιν ἀπόρευτός ἐστι, μόνον δὲ δύσοδος τῷ ἀνάντης ἐς ἄγαν εἶναι, ἄλλως τε καὶ τῆς πόλεως ἀγχοτάτω ἰόντι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme