Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

18.22 φημὶ τοίνυν ἔγωγε χρῆναι μοῖραν μὲν τοῦ στρατοῦ ἐς Λιγουρίαν τε καὶ Μεδιόλανον στέλλεσθαι, τοὺς δὲ λοιποὺς ἐν μὲν τῷ παραυτίκα ἐπί τε Αὔξιμον καὶ τοὺς ἐκείνῃ πολεμίους χωρεῖν, ὅσα ἂν ὁ θεὸς διδῷ πράξοντας· ἔπειτα δὲ καὶ τἄλλα τοῦ πολέμου ἔργα διαχειρίζειν ὅπη ἂν ἄριστά τε δοκῇ καὶ βέλτιστα εἶναι.” Βελισάριος μὲν τοσαῦτα εἶπε.
18.23 Ναρσῆς δὲ ἀμείβεται ὧδε· “Τὰ μὲν ἄλλα, ὦ στρατηγέ, μὴ οὐχὶ ξὺν ἀληθείᾳ σοι πάντα εἰρῆσθαι οὐδεὶς ἂν ἀντείποι.
18.24 πάντα δὲ τουτονὶ τὸν βασιλέως στρατὸν ἐς Μεδιόλανόν τε καὶ Αὔξιμον ἀποκεκρίσθαι μόνον ἀξύμφορον εἶναι παντελῶς οἶμαι.
18.25 ἀλλὰ σὲ μὲν ἐπὶ ταῦτα Ῥωμαίων ἐξηγεῖσθαι οἷς ἂν αὐτὸς βούλοιο οὐδὲν ἀπεικός, ἡμεῖς δὲ βασιλεῖ τὴν Αἰμιλίων ἐπικτησόμεθα χώραν, ἣν μάλιστα Γότθους προσποιεῖσθαί φασι, καὶ Ῥάβενναν ξυνταράξομεν οὕτως ὥστε τοὺς καθ’ ὑμᾶς αὐτοὺς πολεμίους ὅ τι βούλεσθε διεργάσεσθε, πάσης ἀποκεκλεισμένους τῆς τῶν ἀμυνόντων ἐλπίδος.
18.26 ἢν γὰρ ξὺν ὑμῖν ἐν Αὐξίμῳ προσεδρεύειν ἑλοίμεθα, δέδοικα μὴ τῶν ἐκ Ῥαβέννης ἐπιόντων βαρβάρων περιέσται ἡμῖν ἀμφιβόλοις τε γεγενῆσθαι πρὸς τῶν πολεμίων καὶ τῶν ἀναγκαίων ἀπολελειμμένοις αὐτοῦ διεφθάρθαι.” καὶ Ναρσῆς μὲν τοσαῦτα ἔλεξε.
18.27 Βελισάριος δὲ δείσας μὴ ἐς πολλὰ Ῥωμαίων ἰόντων καταρρεῖν τε τὰ βασιλέως ξυμβαίη πράγματα καὶ τῇ ἐνθένδε ἀκοσμίᾳ ξυγχεῖσθαι, γράμματα βασιλέως Ἰουστινιανοῦ ἔδειξεν ἃ πρὸς τοὺς στρατοπέδου ἄρχοντας ἔγραψεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme