Book 6
18.5
οὐ γάρ ποτε Βελισάριον ἐπὶ τῇ ἴσῃ ἑκόντα εἶναι τῆς στρατιᾶς ξὺν αὐτῷ ἄρξειν ἀπεφαίνοντο, βουλομένῳ δέ οἱ καθ’ αὑτὸν τῷ Ῥωμαίων στρατῷ ἐξηγεῖσθαι πλείους τε στρατιώτας καὶ πολλῷ ἀμείνους ξὺν τοῖς ἄρχουσιν ἕψεσθαι.
18.6
τούς τε γὰρ Ἐρούλους καὶ τοὺς δορυφόρους τε καὶ ὑπασπιστὰς τοὺς αὐτοῦ, καὶ ὧν Ἰουστῖνός τε καὶ αὐτὸς Ἰωάννης ἦρχον, ξὺν τοῖς Ἀρατίῳ τε καὶ Ναρσῇ ἑπομένοις οὖχ ἧσσον ἢ μυρίους ἔφασκον εἶναι, ἀνδρείους τε ὄντας καὶ διαφερόντως ἀγαθοὺς τὰ πολέμια, βούλεσθαί τε τὴν Ἰταλίας ἐπικράτησιν οὐ Βελισαρίῳ λογίζεσθαι μόνῳ, ἀλλὰ τὸ μέρος καὶ Ναρσῆν φέρεσθαι.
18.7
τὴν γὰρ βασιλέως αὐτὸν οἴεσθαι ὁμιλίαν ἀπολιπεῖν, οὐκ ἐφ’ ᾧ κινδύνοις ἰδίοις τὴν Βελισαρίου δόξαν κρατύνηται, ἀλλ’ ἐφ’ ᾧ ἔργα ξυνέσεώς τε καὶ ἀνδρείας ἐπιδειξάμενος διαβόητος ἀνθρώποις ἅπασιν, ὡς τὸ εἰκός, εἴη.
18.8
καίτοι οὐδὲ Βελισάριον ἔφασκον δυνήσεσθαί τι ἄνευ γε αὐτῶν τὸ λοιπὸν δρᾶσαι.
18.9
στρατιᾶς γὰρ ἧς ἐκεῖνος ἄρχοι τὸ πλεῖστον ἤδη ἔν τε φρουρίοις καὶ πόλεσιν ἀπολελεῖφθαι ἅσπερ αὐτὸς εἷλε, καὶ κατέλεγον ἀπὸ Σικελίας ἀρξάμενοι ἄχρι ἐς Πικηνοὺς ἑξῆς ἅπαντα.
18.10
Ναρσῆς τε ἐπεὶ ταῦτα ἤκουσεν, ἥσθη ἐς ἄγαν τῇ ὑποθήκῃ καὶ οὔτε κατέχειν τὴν διάνοιαν οὔτε μένειν ἐν τοῖς καθεστῶσιν ἔτι ἐδύνατο.
18.11
πολλάκις οὖν Βελισαρίου ἄλλου του ἔργου ἔχεσθαι ἀξιοῦντος ἐς σκήψεις τινὰς ἄλλοτε ἄλλας ἀναχωρῶν τὴν παρακέλευσιν ἀπεκρούετο.
18.12
ὧν δὴ αἰσθόμενος Βελισάριος ξυγκαλέσας τοὺς ἄρχοντας ἅπαντας ἔλεξε τοιάδε· “Οὐ ταὐτὰ ὑμῖν, ἄνδρες ἄρχοντες, περὶ τοῦδε τοῦ πολέμου δοκῶ μοι γιγνώσκειν.
18.13
ὑμᾶς μὲν γὰρ ὁρῶ τῶν πολεμίων ἅτε παντάπασιν ἡσσημένων ὑπερφρονοῦντας.