Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

15.19 καὶ κρέασι μὲν θηρίων ἀεὶ τῶν ἁλισκομένων σιτίζονται, τὰ δέρματα δὲ ἀμφιέννυνται, ἐπεί τε αὐτοῖς οὔτε λίνον οὔτε ὄργανον ὅτῳ ῥάπτοιέν ἐστιν, οἱ δὲ τῶν θηρίων τοῖς νεύροις τὰ δέρματα ἐς ἄλληλα ταῦτα ξυνδέοντες οὕτω δὴ ἐς τὸ σῶμα ὅλον ἀμπίσχονται.
15.20 οὐ μὴν οὐδὲ τὰ βρέφη αὐτοῖς κατὰ ταὐτὰ τιθηνοῦνται τοῖς ἄλλοις ἀνθρώποις.
15.21 οὐ γὰρ σιτίζονται Σκριθιφίνων παιδία γυναικῶν γάλακτι οὐδὲ μητέρων ἅπτονται τιτθοῦ, ἀλλὰ ζῴων τῶν ἁλισκομένων τοῖς μυελοῖς ἐκτρέφονται μόνοις.
15.22 ἐπειδὰν οὖν γυνὴ τάχιστα τέκοι, δέρματι τὸ βρέφος ἐμβαλομένη κρεμᾷ μὲν εὐθὺς ἐπὶ δένδρου τινός, μυελὸν δέ οἱ ἐπὶ τοῦ στόματος ἐνθεμένη ξὺν τῷ ἀνδρὶ ἐπὶ τὴν εἰωθυῖαν στέλλεται θήραν. ἐπὶ κοινῇ γὰρ τά τε ἄλλα δρῶσι καὶ τὸ ἐπιτήδευμα μετίασι τοῦτο.
15.23 τούτοις μὲν οὖν δὴ τοῖς βαρβάροις τὰ ἐς τὴν δίαιταν ταύτῃ πη ἔχει. Οἱ μέντοι ἄλλοι Θουλῖται ὡς εἰπεῖν ἅπαντες οὐδέν τι μέγα διαλλάσσουσι τῶν ἄλλων ἀνθρώπων, θεοὺς μέντοι καὶ δαίμονας πολλοὺς σέβουσιν, οὐρανίους τε καὶ ἀερίους, ἐγγείους τε καὶ θαλασσίους, καὶ ἄλλα ἄττα δαιμόνια ἐν ὕδασι πηγῶν τε καὶ ποταμῶν εἶναι λεγόμενα.
15.24 θύουσι δὲ ἐνδελεχέστατα ἱερεῖα πάντα καὶ ἐναγίζουσι, τῶν δὲ ἱερείων σφίσι τὸ κάλλιστον ἄνθρωπός ἐστιν ὅνπερ δορυάλωτον ποιήσαιντο πρῶτον·
15.25 τοῦτον γὰρ τῷ Ἄρει θύουσιν, ἐπεὶ θεὸν αὐτὸν νομίζουσι μέγιστον εἶναι. ἱερεύονται δὲ τὸν αἰχμάλωτον οὐ θύοντες μόνον, ἀλλὰ καὶ ἀπὸ ξύλου κρεμῶντες, καὶ ἐς τὰς ἀκάνθας ῥιπτοῦντες, ταῖς ἄλλαις τε κτείνοντες θανάτου ἰδέαις οἰκτίσταις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme