Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

14.17 οἱ μὲν ταῦτα εἶπον, δεδίσσεσθαι ταύτῃ τοὺς ἐπιόντας οἰόμενοι, Ἔρουλοι δέ, ὑποστειλάμενοι τῶν πάντων οὐδέν, Λαγγοβάρδαις ἔγνωσαν ἐς χεῖρας ἰέναι.
14.18 ἡνίκα δὲ ἀμφότεροι ἄγχιστά πη ἀλλήλων ἐγένοντο, τὸν μὲν ὕπερθεν Λαγγοβαρδῶν ἀέρα ξυνέβαινε μελαίνῃ τινὶ νεφέλῃ καὶ ἐς ἄγαν παχείᾳ καλύπτεσθαι, ὑπὲρ δὲ τοὺς Ἐρούλους αἰθρίαν ὑπερφυῶς εἶναι.
14.19 οἷς δὴ τεκμηριούμενος εἴκασεν ἄν τις ἐπὶ τῷ σφῶν πονηρῷ ἐς τὴν ξυμβολὴν Ἐρούλους ἰέναι· οὐ γάρ τι τούτου πικρότερον βαρβάροις τέρας εἰς μάχην καθισταμένοις οἷόν τε εἶναι.
14.20 οὐ μέντοι οὐδὲ τούτῳ Ἔρουλοι προσεῖχον τὸν νοῦν, ἀλλὰ παντάπασιν ἀφροντιστήσαντες πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἐχώρουν, πλήθει ὁμίλου τὸ τοῦ πολέμου σταθμώμενοι πέρας.
14.21 ἐπεὶ δὲ ἡ μάχη ἐν χερσὶ γέγονε, θνήσκουσι μὲν τῶν Ἐρούλων πολλοί, θνήσκει δὲ καὶ Ῥοδοῦλφος αὐτός, οἵ τε ἄλλοι πάντες φεύγουσιν ἀνὰ κράτος, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι.
14.22 καὶ τῶν πολεμίων σφίσιν ἐπισπομένων οἱ μὲν πλεῖστοι αὐτοῦ ἔπεσον, ὀλίγοι δέ τινες διεσώθησαν.
14.23 Διὸ δὴ ἐνδιατρίβειν ἤθεσι τοῖς πατρῴοις οὐκέτι εἶχον, ἀλλ’ ἐνθένδε ὅτι τάχιστα ἐξαναστάντες ἐπίπροσθεν ἀεὶ ἐχώρουν, τὴν γῆν ξύμπασαν ἣ ἐκτὸς Ἴστρου ποταμοῦ ἐστι ξύν τε παισὶ καὶ γυναιξὶ περιιόντες.
14.24 ἐπεὶ δὲ ἀφίκοντο ἐς χώραν οὗ δὴ Ῥογοὶ τὸ παλαιὸν ᾤκηντο, οἳ τῷ Γότθων στρατῷ ἀναμιχθέντες ἐς Ἰταλίαν ἐχώρησαν, ἐνταῦθα ἱδρύσαντο.
14.25 ἀλλ’ ἐπεὶ τῷ λιμῷ ἐπιέζοντο ἅτε ἐν χώρᾳ ἐρήμῳ ἐνθένδε οὐ πολλῷ ὕστερον ἐξαναστάντες, ἄγχιστά που τῆς Γηπαίδων χώρας ἀφίκοντο.
14.26 καὶ αὐτοὺς Γήπαιδες τὰ μὲν πρῶτα ἱκέτας γενομένους ἐνοικίζεσθαί τε καὶ προσοίκους σφίσι ξυνεχώρουν εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme