Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

14.11 καὶ αὐτοὶ ἐς ἄγαν ἀχθόμενοι Ῥοδοῦλφον ἀνέδην σφῶν τὸν ἡγεμόνα ἐκάκιζον, φοιτῶντές τε ἀεὶ παρ’ αὐτὸν μαλθακόν τε καὶ γυναικώδη ἐκάλουν, ἄλλοις τέ τισιν αὐτὸν ἐρεσχελοῦντες ὀνόμασι κόσμῳ οὐδενὶ ἐλοιδοροῦντο.
14.12 Ῥοδοῦλφός τε τὴν ὕβριν ὡς ἥκιστα φέρων ἐπὶ Λαγγοβάρδας οὐδὲν ἀδικοῦντας ἐστράτευσεν, οὔτε τινὰ σφίσιν ἁμαρτάδα ἐπενεγκὼν οὔτε λύσιν τινὰ τῶν ξυγκειμένων σκηψάμενος,
14.13 ἀλλὰ πόλεμον ἐπιφέρων αἰτίαν οὐκ ἔχοντα. ὅπερ ἐπειδὴ Λαγγοβάρδαι ἀκοῇ ἔλαβον, πέμψαντες παρὰ τὸν Ῥοδοῦλφον ἀνεπυνθάνοντο καὶ τὴν αἰτίαν ἠξίουν εἰπεῖν ἧς δὴ ἕνεκα Ἔρουλοι ἐν ὅπλοις ἐπ’ αὐτοὺς ἴοιεν, ὁμολογοῦντες, εἰ μέν τι ἀπεστερήκασι τοῦ φόρου, ἀλλ’ αὐτίκα μάλα ξὺν μεγάλῳ αὐτὸ ἀποτίσειν· εἰ δὲ μέμφονται μέτριον σφίσι τετάχθαι τὸν φόρον, ἀλλὰ μείζω ποιήσειν αὐτὸν οὐ μήποτε Λαγγοβάρδαι ὀκνηροὶ ἔσονται.
14.14 ταῦτα μὲν τοὺς πρέσβεις προτεινομένους ξὺν ἀπειλῇ ὁ Ῥοδοῦλφος ἀποπεμψάμενος πρόσω ἤλαυνεν. οἱ δὲ καὶ αὖθις πρέσβεις ἑτέρους πρὸς αὐτὸν στείλαντες περὶ τῶν αὐτῶν πολλὰ λιπαροῦντες ἱκέτευον.
14.15 οὕτω δὲ καὶ τῶν δευτέρων ἀπαλλαγέντων τρίτοι πρέσβεις παρ’ αὐτὸν ἥκοντες ἀπεῖπον Ἐρούλους πόλεμον ἀπροφάσιστον μηδαμῶς σφίσιν ἐπενεγκεῖν.
14.16 ἢν γὰρ ἐκεῖνοι γνώμῃ τοιαύτῃ ἐπ’ αὐτοὺς ἴωσι, καὶ αὐτοὶ οὐχ ἑκούσιοι, ἀλλ’ ὡς μάλιστα ἠναγκασμένοι, ἀντιτάξονται τοῖς ἐπιοῦσι, μαρτυράμενοι τὸν θεόν, οὗπερ τῆς ῥοπῆς καὶ βραχεῖά τις τὸ παράπαν ἰκμὰς πάσῃ τῇ ἀνθρώπων δυνάμει ἀντίξους ἔσται· αὐτόν τε εἰκὸς ταῖς τοῦ πολέμου αἰτίαις ἠγμένον ἀμφοτέροις πρυτανεῦσαι τῆς μάχης τὸ πέρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme