Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

13.15 Μασσαγέτης γένος. τούτω γὰρ τὼ ἄνδρε τύχῃ μέν τινι καταπεπλευκότε ὀλίγῳ πρότερον ἐς τὸν Ἀγκῶνα ἐτυχέτην· ἐν δὲ τῷ πόνῳ τούτῳ τοὺς ἀνιόντας τοῖς ξίφεσιν ἀμυνόμενοι τὸ μὲν φρούριον παρὰ δόξαν ἔσωσαν, αὐτοὶ δὲ ἡμιθνῆτες καὶ τὸ σῶμα κρεουργηθέντες ὅλον ἐνθένδε ἀπεκομίσθησαν.
13.16 Τότε Βελισαρίῳ Ναρσῆς ξὺν πολλῇ στρατιᾷ ἐκ Βυζαντίου ἥκειν καὶ ἐν Πικηνοῖς εἶναι ἠγγέλλετο. ὁ δὲ Ναρσῆς οὗτος εὐνοῦχος μὲν ἦν καὶ τῶν βασιλικῶν χρημάτων ταμίας, ἄλλως δὲ ὀξὺς καὶ μᾶλλον ἢ κατ’ εὐνοῦχον δραστήριος.
13.17 στρατιῶται δὲ αὐτῷ πεντακισχίλιοι εἵποντο, ὧν ἄλλοι τε κατὰ συμμορίας ἡγοῦντο καὶ Ἰουστῖνος ὁ τῶν Ἰλλυριῶν στρατηγὸς καὶ Ναρσῆς ἕτερος, ἐξ Ἀρμενίων τῶν Πέρσαις κατηκόων αὐτόμολος ἐς τὰ Ῥωμαίων ἤθη πρότερον ξὺν Ἀρατίῳ τἀδελφῷ ἥκων, ὃς ὀλίγῳ ἔμπροσθεν ξὺν ἑτέρῳ στρατῷ παρὰ Βελισάριον ἐλθὼν ἔτυχεν.
13.18 εἵποντο δέ οἱ καὶ τοῦ Ἐρούλων ἔθνους δισχίλιοι μάλιστα, ὧν Οὐίσανδός τε καὶ Ἀλουὶθ καὶ Φανίθεος ἦρχον.
14.1 Οἵτινες δὲ ἀνθρώπων εἰσὶν Ἔρουλοι καὶ ὅθεν Ῥωμαίοις ἐς ξυμμαχίαν κατέστησαν ἐρῶν ἔρχομαι. ὑπὲρ μὲν Ἴστρον ποταμὸν ἐκ παλαιοῦ ᾤκουν πολύν τινα νομίζοντες θεῶν ὅμιλον, οὓς δὴ καὶ ἀνθρώπων θυσίαις ἱλάσκεσθαι ὅσιον αὐτοῖς ἐδόκει εἶναι.
14.2 νόμοις δὲ πολλοῖς οὐ κατὰ ταὐτὰ τοῖς ἀνθρώπων ἑτέροις ἐχρῶντο. οὔτε γὰρ γηράσκουσιν οὔτε νοσοῦσιν αὐτοῖς βιοτεύειν ἐξῆν, ἀλλ’ ἐπειδάν τις αὐτῶν ἢ γήρᾳ ἢ νόσῳ ἁλῴη, ἐπάναγκές οἱ ἐγίνετο τοὺς ξυγγενεῖς αἰτεῖσθαι ὅτι τάχιστα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme