Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

1.33 ἔργα μὲν ἐπιδειξάμενος μεγάλα τε καὶ λόγου πολλοῦ ἄξια, ἔς τε κύκλωσιν ἐμπεπτωκὼς τοῦ τῶν πολεμίων στρατεύματος,
1.34 ποινὰς ἀλόγου θράσους ἐξέτισεν. ἅπερ ἐπειδὴ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατὸς ἔμαθον, ἐν πένθει μεγάλῳ γενόμενοι, ἅτε τῆς πάντων ἐλπίδος ἐπὶ τῷ ἀνθρώπῳ διαφθαρείσης, ὠδύροντο.
2.1 Εὐθάλιος δέ τις ἀμφὶ θερινὰς τροπὰς ἐς Ταρακίναν ἐκ Βυζαντίου ἧκε, χρήματα ἔχων ἅπερ τοῖς στρατιώταις βασιλεὺς ὦφλε.
2.2 δείσας τε μὴ κατὰ τὴν ὁδὸν ἐντυχόντες πολέμιοι τὰ χρήματά τε ἀφέλωνται καὶ αὐτὸν κτείνωσι, γράφει πρὸς Βελισάριον ἀσφαλῆ οἱ ἐς Ῥώμην τὴν πορείαν ποιήσασθαι.
2.3 ὁ δὲ ἄνδρας μὲν ἑκατὸν τῶν αὑτοῦ ὑπασπιστῶν δοκίμους ἀπολεξάμενος ξὺν δορυφόροις δύο πέμπει ἐς Ταρακίναν οἵπερ αὐτῷ τὰ χρήματα ξυγκομίσαιεν.
2.4 δόκησιν δὲ ἀεὶ τοῖς βαρβάροις παρείχετο ὡς παντὶ τῷ στρατῷ μαχεσόμενος, ὅπως μὴ ἐνθένδε τῶν πολεμίων τινὲς ἢ τροφῶν ξυγκομιδῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἴωσιν.
2.5 ἐπεὶ δὲ τῇ ὑστεραίᾳ τοὺς ἀμφὶ Εὐθάλιον ἔγνω παρέσεσθαι, διεῖπέ τε καὶ διεκόσμει ὡς ἐς μάχην τὸ στράτευμα, καὶ οἱ βάρβαροι ἐν παρασκευῇ ἦσαν.
2.6 ὅλην μὲν οὖν δείλην πρωίαν κατεῖχεν ἀμφὶ τὰς πύλας τοὺς στρατιώτας· ᾔδει γὰρ Εὐθάλιόν τε καὶ τοὺς ξὺν αὐτῷ ἐς νύκτα ἀφίξεσθαι.
2.7 ἐς δὲ ἡμέραν μέσην ἄριστον ἐκέλευε τὸ στράτευμα αἱρεῖσθαι, καὶ οἱ Γότθοι ταὐτὸ τοῦτο ἐποίουν, ἐς τὴν ὑστεραίαν αὐτὸν οἰόμενοι τὴν ξυμβολὴν ἀποτίθεσθαι.
2.8 ὀλίγῳ δὲ ὕστερον Μαρτῖνον μὲν καὶ Βαλεριανὸν ξὺν τοῖς ἑπομένοις ἐς Νέρωνος πεδίον Βελισάριος ἔπεμψε, ξυνταράσσειν ὅτι μάλιστα ἐπιστείλας τὸ τῶν πολεμίων στρατόπεδον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme