Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

12.4 ἐπειδὴ τοίνυν τοῦ περιβόλου ἄγχιστά πη ξὺν τῇ μηχανῇ ταύτῃ ἐγένοντο, τότε μὲν ἡσυχῆ ἔμενον, ἐπεὶ καὶ ξυνεσκόταζεν ἤδη, φύλακας δὲ ἀμφὶ τὸν πύργον καταστησάμενοι ηὐλίσαντο ἅπαντες, ἐναντίωμα οὐδ’ ὁτιοῦν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντες.
12.5 οὐδὲ γὰρ οὐδέ τι ἄλλο ἐμπόδιον, οὐδὲ τάφρος ἐν μέσῳ ὅτι μὴ βραχεῖα παντάπασιν ἐτύγχανεν οὖσα. Οἵ τε Ῥωμαῖοι ξὺν δέει πολλῷ ὡς ἡμέρᾳ τῇ ἐπιούσῃ ἀπολούμενοι ἐνυκτέρευσαν.
12.6 Ἰωάννης δὲ οὔτε ἀπογνοὺς πρὸς τὸν κίνδυνον οὔτε τῷ δέει ξυνταραχθεὶς ἐπενόει τάδε. τοὺς μὲν ἄλλους ἐν τοῖς φυλακτηρίοις ἀπολιπών, αὐτὸς δὲ ξὺν τοῖς Ἰσαύροις δικέλλας τε καὶ ἄλλα ἄττα τοιαῦτα ὄργανα φέρουσιν, ἀωρὶ τῶν νυκτῶν, οὐδενὶ τῶν πάντων προειρημένον, ἔξω τοῦ περιβόλου γενόμενος ἐκέλευσε σιωπῇ τὴν τάφρον ὀρύσσειν.
12.7 οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ τὸν χοῦν ὅνπερ ἐνθένδε ἀνῃροῦντο ἐπὶ θάτερα τῆς τάφρου ἐς τὰ πρὸς τῷ τείχει ἐς ἀεὶ ἐτίθεσαν, ὃς δὴ ἐνταῦθα αὐτοῖς ἀντὶ τοίχου ἐγίνετο.
12.8 λαθόντες τε ἐπὶ πλεῖστον τοὺς πολεμίους καθεύδοντας βαθεῖάν τε καὶ εὔρους ἱκανῶς ἔχουσαν τὴν τάφρον δι’ ὀλίγου πεποίηνται, οὗ δὴ μάλιστα ἐπιμαχώτατός τε ὁ περίβολος ἦν καὶ προσβάλλειν ξὺν τῇ μηχανῇ οἱ βάρβαροι ἔμελλον.
12.9 οἱ δὲ πολέμιοι πόρρω που τῶν νυκτῶν αἰσθόμενοι τοῦ ποιουμένου ἐπὶ τοὺς ὀρύσσοντας ἐβοήθουν δρόμῳ, καὶ Ἰωάννης ξὺν τοῖς Ἰσαύροις, ἐπεί οἱ τὰ ἀμφὶ τῇ τάφρῳ ὡς ἄριστα εἶχεν, ἐντὸς τοῦ περιβόλου ἐγένετο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme