Book 6
11.11
ταύτης δὲ τῆς ὁδοῦ ἐν δεξιᾷ μὲν ποταμός τις οὐδενὶ ἐσβατὸς ὀξύτητι τοῦ ῥοῦ κάτεισιν, ἐν ἀριστερᾷ δὲ οὐ πολλῷ ἄποθεν πέτρα ἀνέχει ἀπότομός τε καὶ ὕψους ἐς τόσον διήκουσα, ὥστε τοῖς κάτω οὖσι φαινόμενοι ἄνθρωποι, οἳ ἐν τῇ ἄκρᾳ, ἂν οὕτω τύχοι, ἑστήκασιν, ὄρνισι τοῖς μικροτάτοις μεγέθους πέρι εἰκάζονται.
11.12
προϊόντι τε διέξοδος οὐδεμία τὸ παλαιὸν ἦν. λήγουσα γὰρ ἡ πέτρα ἐς αὐτόν που μάλιστα τοῦ ποταμοῦ τὸν ῥοῦν διήκει, διάβασιν τοῖς ταύτῃ ἰοῦσιν οὐδεμίαν παρεχομένη.
11.13
διώρυχα τοίνυν ἐνταῦθα οἱ πάλαι ἄνθρωποι ἐργασάμενοι, πυλίδα τῷ χωρίῳ ταύτῃ πεποίηνται.
11.14
φράξαντες δὲ καὶ τῆς ἑτέρας εἰσόδου τὸ πλεῖστον, πλήν γε δὴ ὅσον πυλίδα κἀνταῦθα λελεῖφθαι, φρούριόν τε αὐτοφυὲς ἀπειργάσαντο καὶ Πέτραν αὐτὸ λόγῳ τῷ εἰκότι ἐκάλεσαν.
11.15
οἱ οὖν ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰλδίγερα πρῶτον μὲν ἐς τῶν πυλίδων τὴν ἑτέραν μαχόμενοί τε καὶ πολλὰ βάλλοντες οὐδὲν ἤνυτον, καίπερ ἥκιστα σφᾶς ἀμυνομένων τῶν ταύτῃ βαρβάρων, ἔπειτα δὲ διὰ τοῦ κρημνώδους κατόπισθεν τὴν ἄνοδον βιασάμενοι κατὰ κοφυφὴν λίθοις ἔβαλον ἐνθένδε τοὺς Γότθους.
11.16
οἱ δὲ ἐς τὰς οἰκίας δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐσελθόντες ἡσύχαζον. καὶ τότε Ῥωμαῖοι, ἐπεὶ τῶν πολεμίων οὐδενὸς ἐπιτυγχάνειν οἶοί τε ἦσαν ταῖς τῶν λίθων βολαῖς, ἐπενόουν τάδε.
11.17
τμήματα μεγάλα ἐκ τοῦ σκοπέλου ποιούμενοι πολλοί θ’ ἅμα ὠθοῦντες αὐτὰ ἐπὶ τὰς οἰκίας σταθμώμενοι ἐρρίπτουν.
11.18
τὰ δὲ ὅπη ἂν τῆς οἰκοδομίας καὶ κατὰ βραχὺ προσπίπτοντα ψαύοι, κατέσειέ τε ἱκανῶς ἅπαντα καὶ τοὺς βαρβάρους ἐς μέγα τι δέος καθίστη.