Book 6
10.20
Λογγῖνος δὲ τῆς τῶν πολεμίων τροπῆς αἰτιώτατος γεγονὼς αὐτοῦ ἔπεσε πολὺν αὑτοῦ πόθον τῷ Ῥωμαίων στρατοπέδῳ ἀπολιπών.
11.1
Οὐίττιγις μὲν οὖν στρατῷ τῷ καταλοίπῳ ἐπὶ Ῥαβέννης ἰὼν τῶν χωρίων τὰ ὀχυρώματα πλήθει φρουρῶν ἐκρατύνατο, ἐν Κλουσίῳ μὲν τῇ Τούσκων πόλει χιλίους τε ἄνδρας καὶ ἄρχοντα Γιβίμερα ἀπολιπών, ἔν τε Οὐρβιβεντῷ τοσούτους, οἷς δὴ ἄρχοντα Ἀλβίλαν ἄνδρα Γότθον ἐπέστησε. καὶ Οὐλιγίσαλον ἐν τῇ Τουδέρᾳ ξὺν τετρακοσίοις κατέλιπεν.
11.2
ἐν δὲ δὴ Πικηνῶν τῇ χώρᾳ τετρακοσίους μὲν ἐς Πέτραν τὸ φρούριον εἴασεν, οἳ καὶ πρότερον ταύτῃ ᾤκηντο, ἐν Αὐξίμῳ δέ, ἣ πασῶν μεγίστη τῶν ἐκείνῃ πόλεών ἐστι, Γότθους τε ἀριστίνδην ξυνειλεγμένους τετρακισχιλίους κατέλιπε καὶ ἄρχοντα ἐς ἄγαν δραστήριον Οὐίσανδον ὄνομα, ξύν τε τῷ Μώρᾳ δισχιλίους ἐν Οὐρβίνῳ τῇ πόλει.
11.3
ἔστι δὲ καὶ ἄλλα φρούρια δύο, Καισῆνά τε καὶ Μοντεφέρετρα, ὧν δὴ ἐν ἑκατέρῳ φρουρὰν οὐχ ἧσσον ἢ κατὰ πεντακοσίων ἀνδρῶν κατεστήσατο. αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ εὐθὺ Ἀριμίνου ὡς πολιορκήσων ἐχώρει.
11.4
Ἐτύγχανε δὲ Βελισάριος, ἐπειδὴ τάχιστα Γότθοι τὴν πολιορκίαν διέλυσαν, Ἰλδίγερά τε καὶ Μαρτῖνον ξὺν ἱππεῦσι χιλίοις πέμψας, ἐφ’ ᾧ δὴ ἑτέρας ὁδοῦ θᾶττον ἰόντες φθάσωσι τοὺς πολεμίους ἐς Ἀρίμινον ἀφικόμενοι, καὶ σφίσιν ἐπέστελλεν Ἰωάννην μὲν καὶ τοὺς ξὺν αὐτῷ ἅπαντας ἐνθένδε ἐξαναστῆσαι ὡς τάχιστα, πολλοὺς δὲ ἀντ’ αὐτῶν ἱκανοὺς μάλιστα ἐς τῆς πόλεως τὴν φυλακὴν καταστήσασθαι, ἐκ φρουρίου ἀφελομένους ὃ δὴ πρὸς κόλπῳ τῷ Ἰονίῳ ἐστίν, Ἀγκὼν ὄνομα,