Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

1.23 καὶ ὁ μὲν ἐς μέσους χωρήσας, ἕνα τε τῶν ἀρίστων δόρατι κτείνας, ἐπὶ τοὺς ἄλλους ᾔει, οἱ δὲ αὖθις τραπόμενοι ἐς φυγὴν ὥρμηντο.
1.24 αἰσχυνόμενοι δὲ τοὺς ἐν τῷ στρατοπέδῳ ʽἤδη γὰρ καὶ πρὸς αὐτῶν καθορᾶσθαι ὑπώπτευον’ πάλιν ἰέναι ἐπ’ αὐτὸν ἤθελον.
1.25 ταὐτὸ δὲ παθόντες, ὅπερ καὶ πρότερον, ἕνα τε τῶν ἀρίστων ἀποβαλόντες, ἐς φυγὴν οὐδὲν ἧσσον ἐτράποντο, μέχρι τε τοῦ χαρακώματος τὴν δίωξιν ὁ Χορσάμαντις ποιησάμενος ἀνέστρεψε μόνος.
1.26 ὀλίγῳ δὲ ὕστερον ἐν μάχῃ ἑτέρᾳ κνήμην τὴν ἀριστερὰν βληθέντι τούτῳ ἐνομίσθη εἶναι ἄκρου ὀστέου τὸ βέλος ἁψάμενον.
1.27 ἀπόμαχος μέντοι ἡμέρας ὅσας δὴ ἐπὶ ταύτῃ γεγονὼς τῇ πληγῇ ἅτε ἀνὴρ βάρβαρος οὐκ ἤνεγκε πρᾴως, ἀλλ’ ἠπείλησε τῆς ἐς τὸ σκέλος ὕβρεως τοὺς Γότθους ὅτι τάχιστα τίσασθαι.
1.28 ῥαΐσας οὖν οὐ πολλῷ ὕστερον ἔν τε ἀρίστῳ οἰνωμένος, ὥσπερ εἰώθει, μόνος ἐπὶ τοὺς πολεμίους ἐβούλευσεν ἰέναι καὶ τῆς ἐς τὸν πόδα ὕβρεως τίσασθαι, ἔν τε Πιγκιανῇ γενόμενος πυλίδι, στέλλεσθαι πρὸς Βελισαρίου ἔφασκεν ἐπὶ τὸ τῶν ἐναντίων στρατόπεδον.
1.29 οἱ δὲ ταύτῃ φρουροὶ ʽοὐ γὰρ ἀπιστεῖν ἀνδρὶ τῶν Βελισαρίου δορυφόρων ἀρίστῳ εἶχον’ τάς τε πύλας ἀνέῳξαν καὶ ὅπη βούλοιτο ἀφῆκαν ἰέναι.
1.30 κατιδόντες τε αὐτὸν οἱ πολέμιοι, τὰ μὲν πρῶτα αὐτόμολον σφίσι τινὰ προσχωρεῖν ᾤοντο, ἐπεὶ δὲ ἀγχοῦ γενόμενος τοῦ τόξου εἴχετο, οὐκ εἰδότες ὅστις ποτὲ εἴη, χωροῦσιν ἐπ’ αὐτὸν εἴκοσιν.
1.31 οὓς δὴ εὐπετῶς ἀπωσάμενος ἀπήλαυνε βάδην, πλειόνων τε Γότθων ἐπ’ αὐτὸν ἰόντων οὐκ ἔφυγεν.
1.32 ὡς δὲ πλήθους πολλοῦ ἐπιρρέοντος ἀμύνεσθαι ἠξίου, Ῥωμαῖοι ἐκ τῶν πύργων θεώμενοι μαίνεσθαι μὲν τὸν ἄνδρα ὑπώπτευον, ὡς δὲ Χορσάμαντις εἴη οὔπω ἠπίσταντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme