Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

10.7 οὕτω δὲ Ἰωάννης Ἀρίμινον ἔσχε πολεμίων φρουρὰν ὄπισθεν ἔν τε Αὐξίμῳ καὶ Οὐρβίνῳ ἀπολιπών, οὐχ ὅτι τῶν Βελισαρίου ἐντολῶν ἐς λήθην ἦλθεν, οὐδὲ θράσει ἀλογίστῳ ἐχόμενος, ἐπεὶ ξὺν τῷ δραστηρίῳ τὸ ξυνετὸν εἶχεν, ἀλλὰ λογισάμενος, ὅπερ ἐγένετο, ὡς ἢν Γότθοι πύθωνται τὸν Ῥωμαίων στρατὸν ἄγχιστά πη Ῥαβέννης εἶναι, αὐτίκα μάλα τὴν ἐν Ῥώμῃ διαλύσουσι προσεδρείαν,
10.8 ἀμφὶ τῷ χωρίῳ τούτῳ δείσαντες. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης. ἐπειδὴ γὰρ Οὐίττιγίς τε καὶ ὁ Γότθων στρατὸς Ἀρίμινον ἔχεσθαι πρὸς αὐτοῦ ἤκουσαν, ἐς μέγα δέος ἀμφὶ Ῥαβέννῃ ἐμπεπτωκότες ἄλλο τε ὑπολογισάμενοι τῶν πάντων οὐδέν, εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο,
10.9 ὥς μοι αὐτίκα λελέξεται. καὶ μέ γα τι κλέος ἐκ τοῦ ἔργου τούτου Ἰωάννης ἔσχε, διαβόητος καὶ τὸ πρότερον ὤν.
10.10 τολμητής τε γὰρ ἦν καὶ αὐτουργὸς ἐν τοῖς μάλιστα, ἔς τε τοὺς κινδύνους ἄοκνος, δίαιτάν τε σκληρὰν καὶ ταλαιπωρίαν τινὰ ἐς ἀεὶ εἶχε βαρβάρου ὁτουοῦν ἢ στρατιώτου οὐδενὸς ἧσσον. ὁ μὲν οὖν Ἰωάννης τοιόσδε τις ἦν.
10.11 Ματασοῦνθα δέ, ἡ τοῦ Οὐιττίγιδος γυνή, δεινῶς τῷ ἀνδρὶ ἀχθομένη, ὅτι δή οἱ βίᾳ τὸ ἐξ ἀρχῆς ἐς κοίτην ἦλθεν, ἐπειδὴ τὸν Ἰωάννην ἐς Ἀρίμινον ἥκειν ἐπύθετο, περιχαρής τε ἀτεχνῶς γέγονε καὶ πέμψασα παρ’ αὐτὸν λάθρα γάμου τε καὶ προδοσίας πέρι ἐς λόγους ἦλθε.
10.12 Καὶ οἱ μὲν πέμποντες ἀεὶ κρύφα τῶν ἄλλων ταῦτα ἔπρασσον. Γότθοι δὲ ἐπεὶ τά τε ἀμφὶ Ἀρίμινον ἔμαθον καὶ ἅμα ξύμπαντα σφᾶς τὰ ἀναγκαῖα ἐπελελοίπει, ὅ τε τῶν τριῶν μηνῶν χρόνος ἐξῆκεν ἤδη, τὴν ἀναχώρησιν ἐποιοῦντο, καίπερ οὔπω τι τῶν πρέσβεων ἕνεκα πεπυσμένοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme