Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

9.8 καὶ ὁ μὲν τὰ τῆς ἐπιβουλῆς ἅμα τοῖς Γότθων ἀρίστοις ἐν βουλῇ εἶχε, Ῥωμαίων δὲ ὅσοι φρουρὰν ἀμφὶ πυλίδα Πιγκιανὴν εἶχον, μνήμην τῆς τοῦ λύκου ὑποψίας ἐν σφίσιν αὐτοῖς ἐποιοῦντο τῇ ὑστεραίᾳ.
9.9 ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς Βελισάριον ἦλθεν, οὐ παρέργως ὁ στρατηγὸς τὸ πρᾶγμα ἤκουσεν, ἀλλ’ ἄνδρας τε αὐτίκα τῶν ἐν τῷ στρατοπέδῳ δοκίμων ξὺν Διογένει τῷ δορυφόρῳ ἐς τὸν ὀχετὸν καθῆκε καὶ διερευνήσασθαι ἅπαντα ξὺν πολλῷ τάχει ἐκέλευσεν.
9.10 οἱ δὲ τὰ λύχνα τῶν πολεμίων καὶ τῶν δᾴδων ὅσα διερρυήκει πανταχοῦ τοῦ ὀχετοῦ εὗρον, καὶ τὴν οἰκοδομίαν ᾗ ὁ λίθος πρὸς τῶν Γότθων ἀφῄρητο κατανενοηκότες Βελισαρίῳ ἀπήγγελλον.
9.11 διὸ δὴ αὐτός τε τὸν ὀχετὸν ἐν μεγάλῃ φυλακῇ ἔσχε καὶ οἱ Γότθοι αἰσθόμενοι ταύτης δὴ τῆς πείρας ἀπέσχοντο.
9.12 Ἔπειτα δὲ καὶ ἐκ τοῦ ἐμφανοῦς ἔφοδον κατὰ τοῦ περιβόλου ἐμηχανῶντο οἱ βάρβαροι. τηρήσαντες οὖν τὸν τοῦ ἀρίστου καιρὸν κλίμακάς τε καὶ πῦρ ἐπαγόμενοι, ἥκιστα τῶν πολεμίων προσδεχομένων, ἐπὶ πυλίδα Πιγκιανὴν ᾔεσαν, ἐλπίδι θαρροῦντες ἐξ ἐπιδρομῆς τὴν πόλιν αἱρήσειν, ἅτε οὐ πολλῶν στρατιωτῶν ἐνταῦθα λειφθέντων.
9.13 ἔτυχε δὲ Ἰλδίγερ τηνικαῦτα ξὺν τοῖς ἑπομένοις φυλακὴν ἔχων· ἕκαστοι γὰρ ἐκ περιτροπῆς ἐς τὴν φρουρὰν ἐτετάχατο.
9.14 ἐπεὶ οὖν εἶδε προσιόντας οὐκ ἐν τάξει τοὺς πολεμίους, ἀπήντησέ τε οὐ ξυντεταγμένοις ἐς παράταξιν, ἀλλὰ ξὺν πολλῇ ἀκοσμίᾳ ἰοῦσι, καὶ τοὺς κατ’ αὐτὸν οὐδενὶ πόνῳ τρεψάμενος συχνοὺς ἔκτεινε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme