Book 6
8.12
θυμῷ τε ἤδη ἐχόμενος Βελισάριος ἐπυνθάνετο εἰ οὐκ οἴοιτο Κωνσταντῖνος πρὸς αὐτοῦ ἄρχεσθαι. καὶ αὐτὸς τὰ μὲν ἄλλα οἱ ὡμολόγει ἅπαντα πείσεσθαι· βουλομένῳ γὰρ ταῦτα βασιλεῖ εἶναι· τόδε μέντοι, ὃ ἐν τῷ παρόντι ἐπιτάττοι, οὐ μήποτε δράσειν.
8.13
Βελισάριος μὲν οὖν εἰσιέναι τοὺς δορυφόρους ἐκέλευε, Κωνσταντῖνος δὲ “Ὅπως με δηλαδὴ ἀποκτενοῦσιν,” ἔφη. “Οὐδαμῶς γε,” ὁ Βελισάριος εἶπεν, “ἀλλ’ ἵνα τὸν σὸν ὑπασπιστὴν Μαξεντίολον, ὅς σοι τὰ ξιφίδια βιασάμενος ἤνεγκεν, ἀναγκάσωσι τῷ ἀνθρώπῳ ἀποδιδόναι ἅπερ αὐτοῦ
8.14
βίᾳ λαβὼν ἔτυχεν.” ἀλλὰ Κωνσταντῖνος τεθνήξεσθαι παραυτίκα οἰόμενος δρᾶσαί τι μέγα, πρίν τι αὐτὸς πάθοι, ἐβούλετο.
8.15
διὸ δὴ τὸ ξιφίδιον εἷλκεν ὅπερ οἱ πρὸς τῷ μηρῷ ἀπεκρέματο, ἄφνω τε αὐτὸ ἐπὶ τὴν Βελισαρίου γαστέρα ὦσεν. ὁ δὲ καταπλαγεὶς ὀπίσω τε ἀπέστη καὶ Βέσσᾳ ἐγγύς που ἑστηκότι περιπλακεὶς διαφυγεῖν ἴσχυσε.
8.16
Κωνσταντῖνος μὲν οὖν, ἔτι τῷ θυμῷ ζέων, ἐπῄει, κατιδόντες δὲ Ἰλδίγερ τε καὶ Βαλεριανὸς τὸ ποιούμενον ὁ μὲν τῆς δεξιᾶς, ὁ δὲ τῆς ἑτέρας αὐτοῦ χειρὸς λαμβανόμενος ὀπίσω ἀνθεῖλκον.
8.17
ἐν τούτῳ δὲ εἰσελθόντες οἱ δορυφόροι οὓς δὴ ὀλίγῳ πρότερον ἐκάλεσε Βελισάριος, Κωνσταντίνου τε τὸ ξιφίδιον ξὺν βίᾳ πολλῇ ἐκ χειρὸς αἱροῦσι, καὶ αὐτὸν πολλῷ θορύβῳ ἁρπάσαντες οὐδὲν μὲν ἄχαρι ἐν τῷ παραυτίκα εἰργάσαντο, παρόντας αἰδούμενοι τοὺς ἄρχοντας, οἶμαι, ἐς οἴκημα δὲ ἄλλο ἀπαγαγόντες, Βελισαρίου κελεύσαντος,