Book 6
8.4
περιαλγὴς δὲ γεγονὼς τοῖς ξυμπεσοῦσιν ὁ ἄνθρωπος ἐς Ῥώμην ὅτι τάχιστα παρὰ Βελισάριον στέλλεται, οὗ δὴ οὐκ εἰς μακρὰν καὶ Κωνσταντῖνος ἀφίκετο· ἤδη γὰρ ὁ τῶν Γότθων στρατὸς οὐκ ἄποθεν εἶναι ἠγγέλλετο.
8.5
ἕως μὲν οὖν ἔν τε θορύβῳ καὶ κινδύνῳ Ῥωμαίοις καθειστήκει τὰ πράγματα, σιωπῇ ὁ Πρεσίδιος ἔμενεν· ὡς δὲ τά τε Ῥωμαίων καθυπέρτερα εἶδε καὶ Γότθων πρέσβεις παρὰ βασιλέα σταλέντας, καθάπερ μοι ἔμπροσθεν εἴρηται, Βελισαρίῳ συχνὰ προσιὼν τήν τε ἀδικίαν ἀπήγγελλε καί οἱ τὰ δίκαια βοηθεῖν ἠξίου.
8.6
ὁ δὲ Κωνσταντίνῳ πολλὰ μὲν αὐτός, πολλὰ δὲ δι’ ἑτέρων μεμφόμενος, παρῄνει ἔργου τε ἀδίκου καὶ δόξης αἰσχρᾶς ἀπαλλάσσεσθαι.
8.7
ἀλλὰ Κωνσταντῖνος ʽχρῆν γάρ οἱ γενέσθαι κακῶσ̓ τούς τε λόγους ἀεὶ ἐρεσχελῶν διεκρούετο καὶ τὸν ἠδικημένον ἐτώθαζε.
8.8
Βελισαρίῳ δέ ποτε, ἵππῳ ἐν τῇ ἀγορᾷ ὀχουμένῳ, ἐντυχὼν ὁ Πρεσίδιος τοῦ τε χαλινοῦ τοῦ ἵππου ἐλάβετο καὶ μέγα ἀναβοῶν ἠρώτα εἰ ταῦτα λέγουσιν οἱ βασιλέως νόμοι, ἵνα ἐπειδάν τις τοὺς βαρβάρους φυγὼν ἱκέτης ἐς αὐτοὺς ἵκοιτο, οἵδε ἀφέλωνται βίᾳ ὅσα ἂν τύχῃ ἐν χερσὶν ἔχων.
8.9
πολλῶν δὲ περιεστηκότων ἀνθρώπων καὶ τοῦ χαλινοῦ ξὺν ἀπειλῇ κελευόντων μεθίεσθαι, οὐ πρότερον ἀφῆκε, πρὶν δὴ αὐτῷ ὑπέσχετο Βελισάριος τὰ ξιφίδια δώσειν.
8.10
τῇ οὖν ὑστεραίᾳ Κωνσταντῖνόν τε καὶ τῶν ἀρχόντων πολλοὺς ἐς οἰκίσκον τινὰ ξυγκαλέσας Βελισάριος ἐν Παλατίῳ, τῶν μὲν τῇ προτεραίᾳ ξυμπεπτωκότων ὑπέμνησε, παρῄνει δὲ ὀψὲ γοῦν τοῦ χρόνου τοὺς ἀκινάκας ἀποδιδόναι.
8.11
ὁ δὲ οὐκ ἔφη δώσειν· ἥδιον γὰρ ἂν αὐτοὺς ἐς τοῦ Τιβέριδος τὸ ὕδωρ ἐμβάλλοι ἢ τῷ Πρεσιδίῳ διδοίη.