Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

7.28 παντὶ μὲν τῷ στρατῷ ἄφνω τε καὶ ἐξ ἐπιδρομῆς καταθεῖν τὴν Πικηνῶν χώραν, ἅπαντά τε ἑξῆς περιιόντα τὰ ἐκείνῃ χωρία καὶ αὐτοῖς πρὸ τῆς φήμης ἐπιδημοῦντα.
7.29 ταύτης γὰρ σχεδόν τι ἁπάσης τῆς χώρας ἄνδρας μὲν οὐδαμῆ ἀπολελεῖφθαι, πάντων ἐπὶ Ῥώμην ὡς φαίνεται στρατευσαμένων, παῖδας δὲ καὶ γυναῖκας τῶν πολεμίων καὶ χρήματα πανταχῆ εἶναι.
7.30 ἐξανδραποδίζειν οὖν καὶ ληΐζεσθαι τὰ ἐν ποσὶν ἅπαντα φυλασσόμενον μή ποτε Ῥωμαίων τινὶ τῶν ταύτῃ ᾠκημένων λυμήνηται.
7.31 ἢν δέ πη χωρίῳ ἐντύχῃ, ἄνδρας τε καὶ ὀχύρωμα, ὡς τὸ εἰκός, ἔχοντι, πάσῃ αὐτοῦ δυνάμει ἀποπειράσασθαι.
7.32 καὶ ἢν μὲν ἑλεῖν δύνηται, ἐς τὰ πρόσω ἰέναι, τοῦ πράγματος δέ οἱ, ἂν οὕτω τύχοι, ἀντιστατοῦντος, ἀπελαύνειν ὀπίσω, ἢ αὐτοῦ μένειν.
7.33 προϊόντι γάρ οἱ καὶ τοῦτο δὴ τὸ ὀχύρωμα κατὰ νώτου ἀπολιπόντι κίνδυνος πολὺς ἐπὶ πλεῖστον ἔσται, ἐπεὶ οὔποτ’ ἀμύνειν σφίσιν εὐπετῶς ἕξουσιν, ἤν που ἐνοχλοῖντο πρὸς τῶν ἐναντίων. τὴν δὲ λείαν φυλάσσειν ἅπασαν, ὅπως ἂν αὐτὴν ὀρθῶς καὶ δικαίως ἡ στρατιὰ διανέμοιτο.
7.34 εἶτα ξὺν γέλωτι καὶ τοῦτο ἐπεῖπεν· “Οὐ γὰρ δίκαιον ὑφ’ ἑτέρων μὲν τοὺς κηφῆνας πόνῳ μεγάλῳ ἀπόλλυσθαι, ἄλλους δὲ τοῦ μέλιτος οὐδεμιᾷ ταλαιπωρίᾳ ὀνίνασθαι.” τοσαῦτα μὲν ἐπιστείλας Βελισάριος Ἰωάννην ξὺν τῷ στρατεύματι ἔπεμψεν.
7.35 Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ὅ τε Μεδιολάνων ἱερεὺς Δάτιος καὶ τῶν πολιτῶν ἄνδρες δόκιμοι ἐς Ῥώμην ἀφικόμενοι Βελισαρίου ἐδέοντο φρουροὺς ὀλίγους σφίσι ξυμπέμψαι.
7.36 αὐτοὶ γὰρ ἱκανοὶ ἰσχυρίζοντο εἶναι, οὐ Μεδιόλανον μόνην, ἀλλὰ καὶ Λιγουρίαν ὅλην πόνῳ οὐδενὶ Γότθων τε ἀποστῆσαι καὶ βασιλεῖ ἀνασώσασθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme