Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

5.25 ὀλίγῳ δὲ τῆς ῥινὸς ἄποθεν. καὶ σίδηρος μὲν ἅπας ἐντός τε ἐπάγη καὶ παντάπασιν ἀφανὴς γέγονε, καίπερ μεγάλην τε τὴν ἀκίδα ἔχων καὶ μακρὰν κομιδῆ. τοῦ δὲ βέλους τὸ λειπόμενον ἐς τὴν γῆν οὐδενὸς βιασαμένου εὐθὺς ἔπεσε· δοκεῖ γάρ μοι οὐδὲ ἀσφαλῶς ἐς αὐτὸν ὁ σίδηρός πη ἐρηρεῖσθαι.
5.26 Τραϊανῷ μέντοι αἴσθησις τούτου οὐδεμία ἐγένετο, ἀλλ’ οὐδέν τι ἧσσον κτείνων τε καὶ διώκων τοὺς πολεμίους διέμεινε. πέμπτῳ δὲ ὕστερον ἐνιαυτῷ αὐτόματον ἐν τῷ προσώπῳ προὖχον τὸ τοῦ σιδήρου ἄκρον ἐφάνη.
5.27 τρίτον τε τοῦτο ἔτος ἐξ οὗ κατὰ βραχὺ πρόεισιν ἔξω ἀεί. ἐπίδοξος οὖν ἐστι πολλῷ ὕστερον χρόνῳ ἔξω γενήσεσθαι ἡ ἀκὶς ξύμπασα. ἐμπόδιος δὲ τῷ ἀνθρώπῳ οὐδαμῆ γέγονε. ταῦτα μὲν δὴ οὕτως ἔσχεν.
6.1 Οἱ δὲ βάρβαροι εὐθὺς μὲν ἀπεγίνωσκόν τε τὸν πόλεμον καὶ ὅπως ἐνθένδε ἀναχωρήσωσιν ἐν βουλῇ εἶχον, πρός τε τοῦ λοιμοῦ καὶ τῶν πολεμίων διεφθαρμένοι, ἐς ὀλίγους τε ἤδη ἐκ μυριάδων περιεστηκότες πολλῶν, οὐχ ἥκιστα δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο τῷ μὲν λόγῳ πολιορκοῦντες, ἔργῳ δὲ πολιορκούμενοι πρὸς τῶν ἐναντίων καὶ πάντων ἀποκεκλεισμένοι τῶν ἀναγκαίων.
6.2 ἐπεὶ δὲ καὶ στράτευμα ἕτερον ἐλθεῖν τοῖς πολεμίοις κατὰ γῆν τε καὶ θάλασσαν ἐκ Βυζαντίου ἐπύθοντο, οὐχ ὅσον ἐτύγχανεν ὄν, ἀλλ’ ὅσον ἡ τῆς φήμης ἐξουσία ποιεῖν ἴσχυε, κατωρρωδηκότες τὸν κίνδυνον τὴν ἀναχώρησιν ἐν βουλῇ ἐποιοῦντο.
6.3 ἔπεμψαν οὖν πρέσβεις ἐς Ῥώμην, Ῥωμαῖον ἄνδρα ἐν Γότθοις δόκιμον τρίτον αὐτόν, ὃς παρὰ Βελισάριον ἐλθὼν ἔλεξε τοιάδε·
6.4 “Ὡς μὲν οὐδετέροις ἡμῶν ἐς τὸ ξυμφέρον τὰ τοῦ πολέμου κεχώρηκεν ἐξεπίσταται ἡμῶν ἕκαστος ἐς αὐτὴν ἥκων τῶν ἐνθένδε δυσκόλων τὴν πεῖραν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme