Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

1.9 ἐπεὶ δὲ οἱ Μασσαγέται, τοξόται μὲν ἀγαθοὶ ὄντες, ἐς πολὺν δὲ ὅμιλον βάλλοντες, τοξεύματι σχεδόν τι ἑκάστῳ πολεμίου ἀνδρὸς ἐπετύγχανον, ᾔσθοντο μὲν ὑπὲρ ἥμισυ ἀπολωλότες, ἤδη δὲ καὶ ἐς δυσμὰς ἰόντος ἡλίου οὐκ ἔχοντες ὅ τι γένωνται ἐς φυγὴν ὥρμηντο.
1.10 ἔνθα δὴ αὐτῶν πολλοὶ ἔπεσον· ἐπισπόμενοι γὰρ οἱ Μασσαγέται, ἐπεὶ τοξεύειν ὡς ἄριστα καὶ πολλῷ χρώμενοι δρόμῳ ἐπίστανται, οὐδέν τι ἧσσον ἐς νῶτα βάλλοντες ἔκτεινον. οὕτω τε ἐς Ῥώμην Κωνσταντῖνος ξὺν τοῖς Οὔννοις ἐς νύκτα ἧκε.
1.11 Περανίου δὲ ἡμέραις οὐ πολλαῖς ὕστερον Ῥωμαίων τισὶ διὰ πύλης Σαλαρίας ἐπὶ τοὺς πολεμίους ἡγησαμένου ἔφευγον μὲν κατὰ κράτος οἱ Γότθοι, παλινδιώξεως δὲ περὶ ἡλίου δυσμὰς ἐκ τοῦ αἰφνιδίου γεγενημένης, τῶν τις Ῥωμαίων πεζὸς ἐς μέγαν καταστὰς θόρυβον ἐς βαθεῖάν τινα κατώρυχα ἐμπίπτει, οἷαι πολλαὶ τοῖς πάλαι ἀνθρώποις πρὸς σίτου παρακαταθήκην ἐνταῦθα,
1.12 οἶμαι, πεποίηνται. οὔτε δὲ κραυγῇ χρῆσθαι τολμήσας, ἅτε που ἐγγὺς στρατοπεδευομένων τῶν πολεμίων, οὔτε τοῦ βόθρου τρόπῳ ὁτῳοῦν ἀπαλλάσσεσθαι οἷός τε ὤν, ἐπεὶ ἀνάβασιν οὐδαμῆ εἶχεν, αὐτοῦ διανυκτερεύειν ἠνάγκαστο.
1.13 τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ, τροπῆς αὖθις τῶν βαρβάρων γεγενημένης, τῶν τις Γότθων ἐς τὴν αὐτὴν κατώρυχα ἐμπίπτει.
1.14 ἔνθα δὴ ἄμφω ἔς τε φιλοφροσύνην καὶ εὔνοιαν ξυνηλθέτην ἀλλήλοιν, ξυναγούσης αὐτοὺς τῆς ἀνάγκης, τά τε πιστὰ ἐδοσαν, ἦ μὴν κατεσπουδασμένην ἑκατέρῳ τὴν θατέρου σωτηρίαν εἶναι, καὶ τότε δὴ μέγα καὶ ἐξαίσιον ἄμφω ἐβόων.
1.15 Γότθοι μὲν οὖν τῇ τε φωνῇ ἐπισπόμενοι καὶ ὑπὲρ τῆς κατώρυχος διακύψαντες ἐπυνθάνοντο ὅστις ποτὲ ὁ βοῶν εἴη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme