Book 6
5.3
ὥσπερ μοι εἴρηται. οὗτοι μὲν ὁδὸν τὴν παραλίαν ξὺν ταῖς ἁμάξαις ᾔεσαν ἐν νῷ ἔχοντες, ἤν τι ἀπαντήσῃ πολέμιον σφίσι, κύκλον τέ τινα καὶ χαρακώματος σχῆμα τὰς ἁμάξας ποιησάμενοι ἐνθένδε τοὺς ἐπιόντας ἀμύνασθαι, τοὺς δὲ ἀμφὶ Παῦλόν τε καὶ Κόνωνα πλεῖν κατὰ τάχος ἐκέλευον, καὶ σφίσιν ἐς Ὀστίαν συμμῖξαι τὸ Ῥωμαίων ἐπίνειον, σῖτον μὲν ἱκανὸν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ναῦς δὲ ἁπάσας οὐ σίτου μόνον ἐμπλησάμενοι, ἀλλὰ καὶ οἴνου καὶ τῶν ἀναγκαίων ἁπάντων.
5.4
καὶ αὐτοὶ μὲν τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Τραϊανὸν ᾤοντο ἐς τὰ ἐπὶ Ταρακίνης χωρία εὑρήσειν καὶ ξὺν αὐτοῖς ἐνθένδε ἰέναι· γεγονότες δὲ ἄγχιστα ἔμαθον ὡς ὀλίγῳ πρότερον ἐς Ῥώμην μετάπεμπτοι ἀνεχώρησαν.
5.5
Βελισάριος δὲ τοὺς ἀμφὶ τὸν Ἰωάννην προσιέναι μαθὼν καὶ δείσας μὴ σφᾶς οἱ πολέμιοι πλήθει πολλῷ ἀπαντήσαντες διαφθείρωσιν ἐποίει τάδε.
5.6
πύλην τὴν Φλαμινίαν, οὗ δὴ αὐτῆς ἄγχιστα ἐνστρατοπεδεύσασθαι τοὺς πολεμίους τετύχηκε, λίθων οἰκοδομίαις αὐτὸς κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἀπέφραξεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι εὐπετῶς ἔχωσιν ἢ βιάζεσθαι ἤ τινα ἐπιβουλὴν ἐς τὴν πόλιν ποιεῖσθαι.
5.7
καὶ ἀπ’ αὐτοῦ ξυμβολὴν οὐδεμίαν ἐν ταύτῃ γεγονέναι ξυμβέβηκεν, οὐδ’ ἄν τι οἱ βάρβαροι ἔσεσθαι σφίσι πολέμιον ἐνθένδε ὑπώπτευον.
5.8
ταύτης τῆς πύλης νύκτωρ τὴν οἰκοδομίαν περιελών, οὐδενὶ τῶν πάντων προειρημένον, τὸ πλεῖστον τοῦ στρατοῦ ἐνταῦθα ἡτοίμαζεν.