Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

4.20 παρῆν δέ οἱ καὶ Ἀντωνίνα οὐ πολλῷ ὕστερον καὶ τοῦ στόλου ἤδη ξὺν αὐτῷ ἐπεμελεῖτο.
4.21 Τότε καὶ τὸ ὄρος ὁ Βέβιος ἐμυκήσατο μέν, οὐ μέντοι ἠρεύξατο, καίτοι γε καὶ λίαν ἐπίδοξος ἀπ’ αὐτοῦ ἐγεγόνει ὅτι ἐρεύξεται. διὸ δὴ καὶ τοῖς ἐπιχωρίοις ξυνέβη ἐς δέος μέγα ἐμπεπτωκέναι.
4.22 τὸ δὲ ὄρος τοῦτο Νεαπόλεως μὲν ἑβδομήκοντα σταδίοις διέχει, τετραμμένον αὐτῆς πρὸς βορρᾶν ἄνεμον, ἀπότομον δὲ ἀτεχνῶς ἐστι, τὰ κάτω μὲν ἀμφιλαφὲς κύκλῳ, τὰ δὲ ὕπερθεν κρημνῶδές τε καὶ δεινῶς ἄβατον.
4.23 ἐν δὲ τῇ τοῦ Βεβίου ὑπερβολῇ σπήλαιον κατὰ μέσον μάλιστα βαθὺ φαίνεται, ὥστε εἰκάζειν αὐτὸ ἄχρι ἐς τὰ ἔσχατα τοῦ ὄρους διήκειν.
4.24 καὶ πῦρ ἐνταῦθα ὁρᾶν πάρεστιν, ἤν τις ὑπερκύπτειν τολμήσειε, καὶ χρόνῳ μὲν τῷ ἄλλῳ ἡ φλὸξ ἐφ’ ἑαυτὴν στρέφεται, πράγματα οὐδενὶ παρεχομένη τῶν ταύτῃ ἀνθρώπων, ἐπειδὰν δὲ κτύπον τινὰ μυκηθμῷ ἐμφερῆ τὸ ὄρος ἀφῇ, κόνεως μέγα τι χρῆμα οὐ πολλῷ ὕστερον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνίησι.
4.25 καὶ ἢν μέν τινα ὁδῷ τὸ κακὸν τοῦτο βαδίζοντα λάβῃ, τοῦτον δὴ τὸν ἄνθρωπον οὐδεμία μηχανὴ βιώσεσθαί ἐστιν, ἢν δὲ οἰκίαις τισὶν ἐπιπέσῃ, πίπτουσι καὶ αὐταὶ τῷ τῆς κόνεως πλήθει ἀχθόμεναι.
4.26 ἀνέμου δὲ σκληροῦ, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἀνιέναι μὲν αὐτὴν ξυμβαίνει ἐς ὕψος μέγα, ὡς μηκέτι ἀνθρώπῳ ὁρατὴν εἶναι, φέρεσθαι δὲ ὅπη ἂν αὐτῇ τὸ πνεῦμα ἐπίφορον ἴοι, ἐμπίπτειν τε ἐς γῆν ἣ ὡς ἑκαστάτω τυγχάνει οὖσα.
4.27 καί ποτε μέν φασιν ἐν Βυζαντίῳ ἐπιπεσοῦσαν οὕτως ἐκπλῆξαι τοὺς ταύτῃ ἀνθρώπους ὥστε πανδημεὶ ἐξ ἐκείνου δὴ καὶ ἐς τόδε τοῦ χρόνου λιταῖς ἐνιαυσίοις ἐξιλάσκεσθαι τὸν θεὸν ἔγνωσαν, ἐς Τρίπολιν δὲ τῆς Λιβύης χρόνῳ ἑτέρῳ ἐμπεπτωκέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme