Book 6
4.2
καί οἱ ἐπέστελλε ναῦς τε ὅτι πλείστας σίτου ἐμπλήσασθαι καὶ στρατιώτας ἀγεῖραι ἅπαντας ὅσους ἐν τῷ παρόντι ἐκ Βυζατίου ἥκειν τετύχηκεν, ἢ ἵππων φυλακῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἐνταῦθα λελεῖφθαι, οἵους δὴ πολλοὺς ἐς τὰ ἐν Καμπανίᾳ χωρία ἠκηκόει ἰέναι, τινὰς δὲ καὶ τῶν ταύτῃ φρουρῶν ἀφελέσθαι, ἥξειν τε ξὺν αὐτοῖς τὸν σῖτον παρακομίζοντι ἐς Ὀστίαν, ὅθι τὸ Ῥωμαίων ἐπίνειον.
4.3
καὶ ὁ μὲν ξὺν τῷ Μουνδίλᾳ τῷ δορυφόρῳ καὶ ὀλίγοις ἱππεῦσι διὰ πύλης ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, νύκτωρ διῆλθε, λαθὼν τὸ τῶν πολεμίων στρατόπεδον ὅπερ ἄγχιστα ὁδοῦ τῆς Ἀππίας ἐφύλασσεν.
4.4
ἐπειδή τε ἐς Ῥώμην οἱ ἀμφὶ Μουνδίλαν ἐπανήκοντες ἀφῖχθαι ἤδη Προκόπιον ἐς Καμπανίαν οὐδενὶ ἐντυχόντα τῶν βαρβάρων ἀπήγγελλον, νύκτωρ γὰρ οὔποτε τοὺς πολεμίους ἔξω τοῦ στρατοπέδου πορεύεσθαι, εὐέλπιδες μὲν γεγένηνται πάντες, Βελισάριος δὲ θαρσήσας ἤδη ἐπενόει τάδε.
4.5
τῶν ἱππέων πολλοὺς ἐς τὰ πλησίον ἐξέπεμπεν ὀχυρώματα, ἐπιστείλας, ἤν τινες τῶν πολεμίων ταύτῃ ἴωσιν, ἐφ’ ᾧ τὰ ἐπιτήδεια ἐς τὰ στρατόπεδα ἐσκομίσονται, ἔνθεν αὐτοῖς ἐπεκδρομάς τε καὶ ἐνέδρας πανταχόθι τῶν τῇδε χωρίων ἀεὶ ποιουμένους μὴ ἐπιτρέπειν, ἀλλὰ παντὶ σθένει ἀπείργειν, ὅπως ἥ τε πόλις ἐλασσόνως ἢ πρότερον τῇ ἀπορίᾳ πιέζοιτο καὶ οἱ βάρβαροι πολιορκεῖσθαι μᾶλλον ἢ αὐτοὶ πολιορκεῖν Ῥωμαίους δόξειαν.
4.6
Μαρτῖνον μὲν οὖν καὶ Τραϊανὸν ξὺν χιλίοις ἐς Ταρακίναν ἐκέλευσεν ἰέναι. οἷς δὴ καὶ Ἀντωνίναν τὴν γυναῖκα ξυνέπεμψεν, ἐντειλάμενος ἔς τε Νεάπολιν αὐτὴν στέλλεσθαι ξὺν ὀλίγοις τισὶ καὶ τύχην ἐκ τοῦ ἀσφαλοῦς τὴν σφίσι ξυμβησομένην καραδοκεῖν.