Book 6
30.22
νῦν μέντοι αὐτὸν ἀκηκοότες ἐς Βυζάντιον στέλλεσθαι, νεωτέροις πράγμασιν ἐγχειρεῖν ἔγνωτε. καίτοι ἐχρῆν ἐκλογίζεσθαι ὑμῶν ἕκαστον ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις ᾗ δοκεῖ γίγνεται, ἀλλὰ τῶν δεδογμένων παρὰ δόξαν πολλάκις ἡ τῶν πραγμάτων ἀπόβασις ἀπ’ ἐναντίας ἐχώρησε.
30.23
τύχη γὰρ καὶ μετάμελος τὰ πολλὰ κατορθοῦν ἐκ τοῦ ἀπροσδοκήτου πεφύκασιν· ὅπερ καὶ νῦν Βελισαρίῳ ξυμβήσεσθαι οὐδὲν ἀπεικός.
30.24
ἄμεινον τοίνυν πυθέσθαι μὲν αὐτοῦ πρότερον, πειρᾶσθαι δὲ ἀντικαθιστάναι τὸν ἄνθρωπον ἐπὶ τὰ πρώην ξυγκείμενα, οὕτω τε ὑμᾶς ἐπὶ τῶν πράξεων τὰ δεύτερα ἰέναι.”
30.25
Ταῦτα Ἰλδίβαδος εἰπὼν εὖ τε βεβουλεῦσθαι Γότθοις ἔδοξε καὶ πρέσβεις ἐς Ῥάβενναν κατὰ τάχος ἔπεμψεν. οἳ δὴ Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες τῶν τε ξυγκειμένων σφίσιν ὑπέμνησαν καὶ ἅτε διαλυτὴν τῶν ὡμολογημένων ἐκάκιζον, αὐθαίρετον μὲν ἀποκαλοῦντες ἀνδράποδον, ὀνειδίζοντες δὲ ὅτι δὴ οὐκ ἐρυθριῴη πρὸ τῆς βασιλείας τὴν δουλείαν αἱρούμενος, ἄλλα τε τοιαῦτα πολλὰ λέγοντες ἐπὶ τὴν ἀρχὴν παρεκάλουν.
30.26
οὕτω γὰρ καὶ Ἰλδίβαδον ἐθελούσιον ἀφίξεσθαι ἰσχυρίζοντο, τήν τε πορφυρίδα καταθησόμενον ἐς τοὺς αὐτοῦ πόδας καὶ βασιλέα Βελισάριον Γότθων τε καὶ Ἰταλιωτῶν προσκυνήσοντα.
30.27
οἱ μὲν πρέσβεις ταῦτα ἔλεγον, οἰόμενοι τὸν ἄνδρα τὸ τῆς βασιλείας ὄνομα οὐδὲν μελλήσαντα ἐπισπάσασθαι αὐτίκα δὴ μάλα.
30.28
ὁ δὲ οὐ προσδεχομένοις αὐτοῖς ἄντικρυς ἀπεῖπεν, ὡς οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ βασιλέως Βελισάριος ἐπιβατεύοι τοῦ τῆς βασιλείας ὀνόματος.
30.29
καὶ οἱ μὲν ταῦτα ἀκούσαντες ἀπηλλάσσοντό τε ὡς τάχιστα καὶ Ἰλδιβάδῳ τὸν πάντα λόγον ἀπήγγελλον.