Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

30.5 “Οὐκ ἄλλος οὐδεὶς τῷ Γότθων γένει αἰτιώτατος τῶν παρόντων κακῶν ἢ σὺ γέγονας. ἡμεῖς γὰρ τὸν θεῖον τὸν σόν, οὕτως ἀνάνδρως τε καὶ ἀτυχῶς ἐξηγούμενον, πάλαι ἂν τῆς ἀρχῆς παρελύσαμεν, ὥσπερ Θευδάτον τὸν Θευδερίχου ἀδελφιδοῦν, εἰ μή σου τὸ δοκοῦν δραστήριον αἰσχυνόμενοι Οὐιττίγιδι μὲν τὸ τῆς βασιλείας ὄνομα ξυγχωρεῖν ἔγνωμεν, ἔργῳ δὲ σοὶ μόνῳ παραδιδόναι τὴν Γότθων ἀρχήν.
30.6 ἀλλὰ περιέστηκεν ἡ τότε δοκοῦσα ἡμῶν εὐγνωμοσύνη, νῦν ἄνοιά τε φαινομένη καὶ τῶνδε ἡμῖν τῶν ξυμφορῶν αἰτία.
30.7 Γότθων γάρ, ὥσπερ οἶσθα, ὦ φίλε Οὐραΐα, τεθνάναι μὲν ἐν τῷ πολέμῳ πλείστους τε καὶ ἀρίστους ξυμβαίνει, τῶν δὲ περιόντων, εἴ τι μὲν ἄριστον ἀπολέλειπται, ξύν τε Οὐιττίγιδι καὶ χρήμασι πᾶσι Βελισάριος ἄγων οἰχήσεται.
30.8 ταὐτὸ δὲ τοῦτο μὴ οὐχὶ καὶ ἡμᾶς ὀλίγῳ ὕστερον πείσεσθαι, ὀλίγους τε καὶ λίαν οἰκτροὺς καθεστῶτας, οὐδεὶς ἂν ἀντείποι.
30.9 τοιούτων τοίνυν περιεστηκότων δεινῶν, τὸ ξὺν εὐκλείᾳ τεθνάναι μᾶλλον ξυνοίσει ἢ παῖδάς τε καὶ γυναῖκας πρὸς τῶν πολεμίων ἐς τῆς γῆς τὰς ἐσχατιὰς ἀγομένους ἰδεῖν.
30.10 πράξομεν δέ τι, ὡς τὸ εἰκός, ἀρετῆς ἄξιον, ἤν γέ σε τῶν ἔργων ἀρχηγὸν ἕξομεν.” Γότθοι μὲν τοσαῦτα εἶπον.
30.11 Οὐραΐας δὲ ἀμείβεται ὧδε· “Ὡς μὲν δεῖ ἐν τοῖς παροῦσι δεινοῖς πρὸ τῆς δουλείας ἡμᾶς τὸν κίνδυνον αἱρεῖσθαι, ταὐτά με ὑμῖν γινώσκειν ξυμβαίνει.
30.12 ἐς Γότθων δέ με τὴν βασιλείαν καθίστασθαι παντάπασιν οἶμαι ἀξύμφορον εἶναι· πρῶτα μέν, ὅτι Οὐιττίγιδος ἀδελφιδοῦς ὤν, ἀνδρὸς οὕτως ἠτυχηκότος, εὐκαταφρόνητος ἂν τοῖς πολεμίοις εἶναι δοκοίην, ἐπεὶ ἐς τοὺς συγγενέας ἀεὶ τὰς ὁμοίας τύχας παραπέμπεσθαι οἴονται ἄνθρωποι·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme