Book 6
29.41
καὶ Γότθοι μὲν ἅπαντες ὅσοι τούτων δὴ τῶν χωρίων ἦρχον, ἐπειδὴ τάχιστα τὰ πιστὰ ἔλαβον, παρὰ Βελισάριον ἥκοντες αὐτοῦ ἔμενον· Ἰλδίβαδος δέ, ἀνὴρ δόκιμος, ὅσπερ φρουρᾶς τῆς ἐν Βερώνῃ ἦρχε, πρέσβεις μὲν ἐς Βελισάριον ἐφ’ οἷσπερ οἱ ἄλλοι καὶ αὐτὸς ἔπεμψεν, ἐπεὶ καὶ τοὺς παῖδας τοὺς αὐτοῦ ἐν Ῥαβέννῃ εὑρὼν Βελισάριος ἔσχεν, οὐ μὴν οὔτε ἐς Ῥάβενναν ἦλθεν οὔτε Βελισαρίῳ ὑποχείριος γέγονε. τύχη γάρ τις αὐτῷ ξυνέβη ἣν δὴ ἐγὼ αὐτίκα δηλώσω.
30.1
Τινὲς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες βασκανίαν ἐς Βελισάριον ἔχοντες διέβαλλον αὐτὸν βασιλεῖ, τυραννίδα οὐδαμόθεν αὐτῷ προσήκουσαν ἐπενεγκόντες.
30.2
βασιλεὺς δὲ οὐχ ὅσον ταῖς διαβολαῖς ταύταις ἀναπεισθείς, ἀλλ’ ὅτι οἱ ὁ Μηδικὸς πόλεμος ἐνέκειτο ἤδη, Βελισάριον μὲν ὡς τάχιστα μετεπέμψατο, ὅπως ἐπὶ Πέρσας στρατεύσειεν· ἐπιμελεῖσθαι δὲ Ἰταλίας Βέσσαν τε καὶ Ἰωάννην ξὺν τοῖς ἄλλοις ἐκέλευε, καὶ Κωνσταντιανῷ ἐς Ῥάβενναν ἐκ Δαλματίας ἐπέστελλεν ἰέναι.
30.3
Γότθοι δὲ οἳ Πάδου τε ποταμοῦ καὶ Ῥαβέννης ἐκτὸς ἵδρυντο, ἀκούσαντες ὡς Βελισάριον βασιλεὺς μεταπέμποιτο, τὰ μὲν πρῶτα ἐν ἀλογίᾳ τὸ πρᾶγμα εἶχον, οὐκ ἄν ποτε οἰόμενοι Βελισάριον τῆς ἐς Ἰουστινιανὸν πίστεως περὶ ἐλάσσονος τὴν Ἰταλίας βασιλείαν ποιήσασθαι.
30.4
ἐπεὶ δὲ αὐτοῦ πολλὴν τῆς ἀφόδου τὴν παρασκευὴν ἐπύθοντο εἶναι, ξυμφρονήσαντες, εἴ τι αὐτῶν καθαρὸν ἐνταῦθα ἔτι ἐλέλειπτο, ἐς Τικινὸν παρὰ Οὐραΐαν τὸν Οὐιττίγιδος ἀδελφιδοῦν ἦλθον, πολλά τε πρότερον ξὺν αὐτῷ κλαύσαντες ἔλεξαν τοιάδε·