Book 6
29.29
καὶ τότε δὴ Βελισάριος Βέσσαν τε καὶ Ἰωάννην καὶ Ναρσῆν καὶ Ἀράτιον ʽτούτους γάρ οἱ ὡς μάλιστα δύσνους εἶναι ὑπώπτευεν’ ἄλλον ἀλλαχόσε ξὺν τοῖς ἑπομένοις ἐκέλευεν ἰέναι τά τε ἀναγκαῖα σφίσι πορίζεσθαι· αὐτῷ γὰρ οὐκέτι ἔφασκε δυνατὰ εἶναι ἐς τοῦτο δὴ τὸ χωρίον παντὶ τῷ στρατῷ τὰ ἐπιτήδεια ἐσκομίζεσθαι.
29.30
καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, ξὺν Ἀθανασίῳ τῷ τῶν πραιτωρίων ὑπάρχῳ, ἄρτι ἥκοντι ἐκ Βυζαντίου, αὐτὸς δὲ τῷ ἄλλῳ στρατεύματι σὺν Γότθων τοῖς πρέσβεσιν ἐς Ῥάβενναν ᾔει.
29.31
καὶ νηῶν στόλον ἐμπλησάμενος σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκέλευε κατὰ τάχος ἐς Κλάσσες τὸν λιμένα ἐσπλεῖν· οὕτω γὰρ Ῥωμαῖοι τὸ Ῥαβέννης προάστειον καλοῦσιν οὗ ὁ λιμήν ἐστιν.
29.32
Ἐμοὶ δὲ τότε διασκοπουμένῳ τὴν ἐς Ῥάβενναν εἴσοδον τοῦ Ῥωμαίων στρατοῦ ἔννοιά τις ἐγένετο, ἀνθρώπων μὲν ξυνέσει ἢ τῇ ἄλλῃ ἀρετῇ ὡς ἥκιστα περαίνεσθαι τὰ πρασσόμενα, εἶναι δέ τι δαιμόνιον, ὅπερ αὐτῶν ἀεὶ στρέφον τὰς διανοίας ἐνταῦθα ἄγει οὗ δὴ κωλύμη τις τοῖς περαινομένοις οὐδεμία ἔσται.
29.33
τοὺς γὰρ ἐναντίους οἱ Γότθοι πλήθει καὶ δυνάμει παρὰ πολὺ ὑπεραίροντες καὶ οὔτε μάχῃ διακριθέντες, ἐπεὶ ἐν Ῥαβέννῃ ἐγένοντο, οὔτε ἄλλῳ ὁτῳοῦν δεδουλωμένοι τὸ φρόνημα, δορυάλωτοί τε πρὸς τῶν ἐλασσόνων ἐγίνοντο καὶ τὸ τῆς δουλείας ὄνομα ἐν ὕβρει οὐδεμιᾷ ἦγον.
29.34
αἱ δὲ γυναῖκες ʽἐτύγχανον γὰρ πρὸς τῶν ἀνδρῶν ἀκηκουῖαι μεγάλους τε τὰ σώματα καὶ ἀριθμοῦ κρείσσους τοὺς πολεμίους εἶναἰ ἐπειδὴ ἅπαντας ἐπὶ τῆς πύλης καθήμεναι εἶδον, ἔς τε τὰ πρόσωπα τῶν ἀνδρῶν πᾶσαι ἀπέπτυον, καὶ ταῖς χερσὶν ἐνδεικνύμεναι τοὺς νενικηκότας τὴν ἀνανδρίαν ὠνείδιζον.