Book 6
29.15
ἅπαντες ἄντικρυς ἀπεφήναντο τὰ βασιλέως βουλεύματα βέλτιστα εἶναι, καὶ οὐδὲν αὐτοὺς οἵους τε ἔσεσθαι περαιτέρω τοὺς πολεμίους ἐργάζεσθαι.
29.16
Βελισάριος δὲ ἡσθεὶς τῶν ἀρχόντων τῇ γνώμῃ γράμμασιν αὐτὴν ἠξίου δηλῶσαι, ὡς μήποτε αὐτὴν ἀρνηθεῖεν. οἱ δὲ καὶ γράψαντες ἐν βιβλιδίῳ ἐδήλουν οὐχ οἷοί τε εἶναι περιέσεσθαι τῷ πολέμῳ τῶν ἐναντίων.
29.17
Ταῦτα μὲν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγίνετο. Γότθοι δὲ τῷ λιμῷ πιεζόμενοι οὐκέτι τε ἀντέχειν τῇ ταλαιπωρίᾳ δυνάμενοι Οὐιττίγιδος μὲν τῇ ἀρχῇ ἤχθοντο ἅτε ὡς μάλιστα δεδυστυχηκότος, βασιλεῖ δὲ προσχωρεῖν ὤκνουν, δεδιότες ἄλλο μὲν οὐδέν, ὅπως δὲ μὴ δοῦλοι βασιλέως γενόμενοι ἔκ τε Ἰταλίας ἀνίστασθαι ἀναγκάζοιντο καὶ ἐς Βυζάντιον ἰόντες ἐνταῦθα ἱδρύσεσθαι.
29.18
ἐν σφίσιν οὖν αὐτοῖς βουλευσάμενοι, εἴ τι ἐν Γότθοις καθαρὸν ἦν, βασιλέα τῆς ἑσπερίας βελισάριον ἀνειπεῖν ἔγνωσαν. πέμψαντες δὲ παρ’ αὐτὸν λάθρα ἐδέοντο ἐς τὴν βασιλείαν καθίστασθαι· ταύτῃ γὰρ αὐτῷ ἄσμενοι ἕψεσθαι ἰσχυρίζοντο.
29.19
Βελισάριος δὲ καταστῆναι μὲν ἐς τὴν ἀρχὴν οὐχ ἑκόντος βασιλέως ἥκιστα ἤθελε·
29.20
τῷ τε γὰρ τοῦ τυράννου ὀνόματι ὑπερφυῶς ἤχθετο καὶ ὅρκοις δεινοτάτοις πρὸς βασιλέως καταληφθεὶς πρότερον ἔτυχε, μήποτε αὐτοῦ περιόντος νεωτεριεῖν· ὅπως δὲ τὰ παρόντα ὡς ἄριστα διοικήσηται, ἀσμένως ἔδοξε τοὺς τῶν βαρβάρων λόγους ἐνδέχεσθαι.
29.21
ὧν δὴ αἰσθόμενος Οὐίττιγις ἔδεισέ τε καὶ Γότθους ὡς βέλτιστα βεβουλεῦσθαι εἰπὼν Βελισαρίῳ καὶ αὐτὸς λάθρα παρῄνει ἐς τὴν βασιλείαν ἰέναι·