Book 6
28.9
Πρῶτοι μὲν οὖν οἱ Γερμανῶν πρέσβεις Οὐιττίγιδι ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· “Ἔπεμψαν ἡμᾶς οἱ Γερμανῶν ἄρχοντες, δυσχεραίνοντες μὲν ὅτι δὴ πρὸς Βελισαρίου πολιορκεῖσθαι ὑμᾶς ἤκουσαν, τιμωρεῖν δὲ ὑμῖν ὅτι τάχιστα κατὰ τὸ ξυμμαχικὸν ἐν σπουδῇ ἔχοντες.
28.10
τὸ μὲν οὖν στρατόπεδον ἀνδρῶν μαχίμων οὐχ ἧσσον ἢ ἐς μυριάδας πεντήκοντα ἤδη που τὰς Ἄλπεις ὑπερβεβηκέναι οἰόμεθα, οὕσπερ τοῖς πελέκεσι τὴν Ῥωμαίων στρατιὰν ξύμπασαν ἐν τῇ πρώτῃ ὁρμῇ καταχώσειν αὐχοῦμεν.
28.11
ὑμᾶς δὲ οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον, ἀλλὰ τῶν ἐς κίνδυνον πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων.
28.12
ἄλλως τε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελείψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν ἐς χεῖρας ἰέναι, ἀλλ’ αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησόμεθα τὸ τοῦ πολέμου κράτος.
28.13
ἢν δέ γε ξὺν Ῥωμαίοις τετάξονται Γότθοι, οὐδ’ ὣς τῷ Φράγγων ἔθνει ἀνθέξουσιν ʽοὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσταἰ, ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάντων πολεμιωτάτοις ἡσσῆσθαι.
28.14
ἐς προὖπτον δὲ κακὸν ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέστηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν.
28.15
ἡμεῖς μὲν οὖν ξυνάρξομέν τε βουλομένοις ὑμῖν Ἰταλίας ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα ὅπη ἂν δοκῇ ὡς ἄριστα ἔχειν. σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκὸς ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ.” Φράγγοι μὲν τοσαῦτα εἶπον.