Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

28.1 Ἐπεὶ δὲ Βελισάριος Αὔξιμον εἷλε, Ῥάβενναν πολιορκεῖν ἐν σπουδῇ ἐποιεῖτο καὶ ἅπαν τὸ στράτευμα ἐνταῦθα ἐπῆγε. Μάγνον τε πέμψας ξὺν πλήθει πολλῷ ὑπὲρ Ῥαβέννης ἐκέλευε Πάδου τοῦ ποταμοῦ τὴν ὄχθην ἀεὶ περιιόντα φυλακὴν ἔχειν, ὅπως δὴ μὴ τὸ λοιπὸν ἐνθένδε οἱ Γότθοι τὰ ἐπιτήδεια ἐσκομίζωνται.
28.2 καὶ Βιτάλιος δέ οἱ ξὺν στρατῷ ἐκ Δαλματίας ἀφικόμενος ὄχθην τοῦ ποταμοῦ τὴν ἑτέραν ἐφύλασσεν. ἐνταῦθα αὐτοῖς ξυνέβη τις τύχη, δήλωσιν ἄντικρυς ποιουμένη ὅτι δὴ αὐτὴ πρυτανεύει ἀμφοτέροις τὰ πράγματα.
28.3 συχνὰς γὰρ οἱ Γότθοι ἀκάτους πρότερον ἐν Λιγούροις συλλέξαντες ἐς τὸν Πάδον καθῆκαν, ἅσπερ ἐμπλησάμενοι σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων πλεῖν ἐπὶ Ῥαβέννης διενοοῦντο.
28.4 οὕτω δὲ τοῦ ποταμοῦ τούτου τὸ ὕδωρ ἐκείνῳ τῷ χρόνῳ ὑπέληγεν ὥστε αὐτοῦ ναυτίλλεσθαι τὸ παράπαν ἀδύνατα ἦν, ἕως ἐπελθόντες Ῥωμαῖοι τὰς ἀκάτους σὺν τοῖς φορτίοις ἅπασιν εἷλον.
28.5 ὅ τε ποταμὸς οὐ πολλῷ ὕστερον ἐς ῥοῦν ἐπανιὼν τὸν καθήκοντα ναυσίπορος τὸ λοιπὸν ἐγεγόνει. τοῦτο δὲ αὐτῷ ξυμβῆναι οὐ πώποτε πρότερον ἀκοῇ ἴσμεν.
28.6 ἤδη τε οἱ βάρβαροι ἤρξαντο τῶν ἐπιτηδείων ὑποσπανίζειν. οὔτε γὰρ διὰ κόλπου τι ἐσκομίζεσθαι τοῦ Ἰονίου εἶχον, θαλασσοκρατούντων πανταχῆ τῶν πολεμίων, καὶ τοῦ ποταμοῦ ἀπεκέκλειντο.
28.7 γνόντες δὲ οἱ Φράγγων ἄρχοντες τὰ ποιούμενα προσποιεῖσθαί τε τὴν Ἰταλίαν ἐθέλοντες, πρέσβεις παρὰ τὸν Οὐίττιγιν πέμπουσι, ξυμμαχίας ὑπόσχεσιν προτεινόμενοι,
28.8 ἐφ’ ᾧ τῆς χώρας ξὺν αὐτῷ ἄρξουσιν. ὅπερ Βελισάριος ὡς ἤκουσε, πρέσβεις καὶ αὐτὸς ἀντεροῦντας Γερμανοῖς ἔπεμψεν ἄλλους τε καὶ Θεοδόσιον τὸν τῇ οἰκία τῇ αὐτοῦ ἐφεστῶτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme