Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

27.28 οἱ δὲ πολλὰ ἐν σφίσιν αὐτοῖς λογισάμενοι, ἐπειδὴ τῷ λιμῷ οὐκέτι ἀντεῖχον, τούς τε λόγους ἐνεδέχοντο καὶ παραδοῦναι τὴν πόλιν ἠξίουν, ἐφ’ ᾧ αὐτοὶ ἀπαθεῖς κακῶν ξὺν τοῖς χρήμασιν ἐπὶ Ῥαβέννης πορεύσονται.
27.29 διὸ δὴ Βελισάριος τοῖς παροῦσι διηπορεῖτο, πολεμίους μὲν τοιούτους τε τὴν ἀρετὴν καὶ τοσούτους τὸ πλῆθος τοῖς ἐν Ῥαβέννῃ ἀναμίγνυσθαι ἀξύμφορον εἶναι οἰόμενος, τοῦ δὲ καιροῦ ὑστερῆσαι ὡς ἥκιστα ἤθελεν, ἀλλ’ ἐπὶ Ῥάβεννάν τε καὶ Οὐίττιγιν, ᾐωρημένων ἔτι τῶν πραγμάτων, ἰέναι.
27.30 Φράγγοι γὰρ αὐτὸν ξυνετάρασσον, Γότθοις ἐς ἐπικουρίαν ἀφίξεσθαι αὐτίκα δὴ μάλα ἐπίδοξοι ὄντες. ὧν δὴ προτερῆσαι τὴν παρουσίαν ἐν σπουδῇ ἔχων διαλύειν τὴν προσεδρείαν μήπω Αὐξίμου ἁλούσης οὐχ οἷός τε ἦν.
27.31 οἵ τε στρατιῶται οὐκ εἴων συγχωρεῖν τοῖς βαρβάροις τὰ χρήματα, τραύματα μὲν πολλὰ ἐνδεικνύμενοι ὧνπερ ἐνταῦθα πρὸς αὐτῶν ἔτυχον, πόνους δὲ πάντας ἀπαριθμοῦντες τοὺς ἐν ταύτῃ σφίσι τῇ πολιορκίᾳ ξυμπεπτωκότας, ὧν δὴ ἆθλα εἶναι τῶν ἡσσημένων τὰ λάφυρα ἰσχυρίζοντο.
27.32 τέλος δὲ οἵ τε Ῥωμαῖοι καιροῦ ὀξύτητι ἀναγκασθέντες, καὶ Γότθοι τῷ λιμῷ βιαζόμενοι ξυνίασιν ἀλλήλοις, ἐφ’ ᾧ τῶν μὲν χρημάτων τὰ ἡμίσεια Ῥωμαῖοι ἐν σφίσιν αὐτοῖς διανέμωνται, τὰ δὲ λειπόμενα Γότθοι ἔχοντες βασιλέως κατήκοοι ὦσιν.
27.33 ἑκάτεροι τοίνυν ὑπὲρ τούτων τὰ πιστὰ ἔδοσαν, Ῥωμαίων μὲν οἱ ἄρχοντες τὰ ξυγκείμενα κύρια εἶναι, Γότθοι δὲ τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποκρύψασθαι.
27.34 οὕτω τε δὴ τὰ χρήματα πάντα ἐνείμαντο καὶ Ῥωμαῖοι μὲν Αὔξιμον ἔσχον, οἱ δὲ βάρβαροι τῷ βασιλέως στρατεύματι ἀνεμίγνυντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme