Thesauros Literature History Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι

Ὑπὲρ τῶν Πολέμων Λόγοι Procopius

Book 6

27.21 διὸ δὴ Βελισάριος τῶν τε ζῴων τὰ νεκρὰ καὶ βοτάνας ἐς ἀνθρώπου φθορὰν ἱκανῶς πεφυκυίας ῥίπτειν ἐν τῷ ὕδατι τοὺς στρατιώτας ἐκέλευε καὶ λίθον κατακεκαυμένην ἐνδελεχέστατα ʽἣν πάλαι μὲν τίτανον, τανῦν δὲ ἄσβεστον καλεῖν νενομίκασιν’ ἐμβαλόντας ἐνταῦθα σβεννύειν.
27.22 καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, οἱ δὲ βάρβαροι φρέατι ἐντὸς τοῦ περιβόλου ὕδωρ τι βραχὺ ὡς μάλιστα ἔχοντι ἐν τούτῳ δὴ τῷ χρόνῳ ἐλασσόνως ἢ κατὰ τὴν χρείαν ἐχρῶντο.
27.23 καὶ τὸ λοιπὸν Βελισάριος οὔτε βίᾳ τὸ χωρίον ἑλεῖν οὔτε τινὰ ἐπιβουλὴν ἐπιδείξασθαι ὕδατος πέρι ἢ ἄλλου ὁτουοῦν ἐν σπουδῇ ἐποιεῖτο, μόνῳ τῷ λιμῷ περιέσεσθαι τῶν πολεμίων ἐλπίδα ἔχων.
27.24 καὶ ἀπ’ αὐτοῦ τῆς φυλακῆς ἰσχυρότατα ἐπεμελεῖτο. οἵ τε Γότθοι καραδοκοῦντες ἔτι τὸν ἐκ Ῥαβέννης στρατὸν ἐν πολλῇ ἀπορίᾳ τῶν ἀναγκαίων ἡσύχαζον.
27.25 Ἤδη δὲ οἱ ἐν Φισούλῃ πολιορκούμενοι ὡς μάλιστα τῷ λιμῷ ἐπιέζοντο, φέρειν τε τὸ κακὸν οὐχ οἷοί τε ὄντες, ἀπειπόντες δὲ καὶ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα, τοῖς ἐναντίοις προσχωρεῖν ἔγνωσαν.
27.26 Κυπριανῷ τοίνυν καὶ Ἰουστίνῳ ἐς λόγους ἐλθόντες, τά τε πιστὰ ὑπὲρ τῶν σωμάτων λαβόντες, σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον ὁμολογίᾳ παρέδοσαν. καὶ αὐτοὺς οἱ ἀμφὶ Κυπριανὸν ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπαγόμενοι, φρουράν τε αὐτάρκη ἐν Φισούλῃ καταστησάμενοι, ἐς Αὔξιμον ἦλθον.
27.27 Βελισάριος δὲ αὐτῶν τοὺς ἡγουμένους τοῖς ἐν Αὐξίμῳ βαρβάροις ἀεὶ ἐνδεικνύμενος ἐκέλευε τῆς ἀπονοίας μεθίεσθαι, τὴν ἐκ Ῥαβέννης ἀποσεισαμένοις ἐλπίδα· ὄνησις γάρ τις οὐ μή ποτε οὐδὲ αὐτοῖς ἔσται, ἀλλ’ ἐπὶ πλεῖστον τῇ ταλαιπωρίᾳ κεκακωμένοι οὐδὲν ἧσσον ἐς ταὐτὸν τύχης τοῖς ἐν Φισούλῃ ἀφίξονται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme