Book 6
27.5
ἐν τούτῳ δὲ Βελισάριος Ἰσαύρους πέντε τοὺς ἐς τὰς οἰκοδομίας ἐμπείρους ξύν τε πελέκεσι καὶ ἄλλοις ὀργάνοις ἐς λίθων ἐκτομὰς ἐπιτηδείοις ἐς τὴν δεξαμενὴν ἀσπίδων πλήθει κρυπτομένους ἐσήγαγε, διαφθεῖραί τε καὶ διελεῖν τοὺς τοίχους πάσῃ δυνάμει κατὰ τάχος ἐκέλευεν.
27.6
οἱ δὲ βάρβαροι τέως μὲν τοὺς ἄνδρας ἐπὶ τὸ τεῖχος ὑπώπτευον ἰέναι, ἡσυχίαν ἦγον, ὅπως ἂν ὡς ἀγχοτάτω γενομένους εὐπετῶς βάλλοιεν, ἐν νῷ τὸ ποιούμενον ἥκιστα ἔχοντες· ἐπεὶ δὲ τοὺς Ἰσαύρους ἐντὸς γενομένους τῆς δεξαμενῆς εἶδον, λίθους τε καὶ τοξεύματα πάντα ἐπ’ αὐτοὺς ἔβαλλον.
27.7
τότε δὴ οἱ μὲν ἄλλοι Ῥωμαῖοι ἅπαντες ὑπεχώρουν δρόμῳ, μόνοι δὲ οἱ πέντε Ἴσαυροι, ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, ἔργου εἴχοντο· κύρτωμα γάρ τι ὑπὲρ τοῦ ὕδατος σκιᾶς ἕνεκα τοῖς πάλαι ἀνθρώποις τῇδε πεποίηται.
27.8
οὗ δὴ ἐντὸς γεγενημένοι ὡς ἥκιστα τῶν πολεμίων, καίπερ συχνὰ βαλλόντων, ἐφρόντιζον.
27.9
Διὸ δὴ οἱ Γότθοι ἐντὸς τοῦ περιβόλου μένειν οὐκέτι ἠνείχοντο, ἀλλὰ ἀνοίξαντες τὴν ταύτῃ πυλίδα ἐπὶ τοὺς Ἰσαύρους ἅπαντες θυμῷ τε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ᾔεσαν.
27.10
καὶ οἱ Ῥωμαῖοι Βελισαρίου σφίσιν ἐγκελευομένου σπουδῇ πολλῇ ὑπηντίαζον. γίνεται μὲν οὖν μάχη καρτερὰ ἐν χρόνῳ πολλῷ ὠθισμὸν ἔχουσα καὶ φόνος ἑκατέρων πολύς.
27.11
Ῥωμαίων δὲ μᾶλλον συχνοὶ ἔπιπτον. ἅτε γὰρ οἱ βάρβαροι ὕπερθεν ἀμυνόμενοι ὀλίγοι τε πολλοὺς ἐβιάζοντο καὶ τῷ ὠθισμῷ περιγενόμενοι πλείους ἔκτεινον ἢ αὐτοὶ ἔθνησκον.
27.12
ἐνδιδόναι μέντοι Ῥωμαῖοι οὐδαμῆ ἤθελον, παρόντα τε καὶ κραυγῇ ἐγκελευόμενον Βελισάριον αἰσχυνόμενοι.