Book 6
26.26
ὁ δὲ Βουρκέντιος, ἐπεὶ ἔκπυστος ἤδη γεγονὼς ᾔσθετο, οὐδὲν τῶν πεπραγμένων ἀπέκρυψε. διὸ δὴ Βελισάριος μὲν τοῖς ἑταίροις αὐτὸν ὅ τι βούλοιντο παρέδωκε χρῆσθαι, οἱ δὲ αὐτὸν ζῶντα οὐκ ἐς μακρὰν ἔκαυσαν, θεωμένων τὰ ποιούμενα τῶν πολεμίων. Βουρκέντιος μὲν οὕτω τῆς φιλοχρηματίας ἀπέλαυσε.
27.1
Βελισάριος δὲ οὐδέν τι ἧσσον ἀντέχοντας τῇ ταλαιπωρίᾳ τοὺς βαρβάρους ὁρῶν ἐς τοῦ ὕδατος καθίστασθαι τὴν ἐπιβουλὴν διενοεῖτο, ταύτῃ ῥᾷόν τε καὶ εὐπορώτερον αἱρήσειν τοὺς πολεμίους οἰόμενος.
27.2
καί, ἦν γάρ τις κρήνη Αὐξίμου πρὸς βορρᾶν ἄνεμον ἐν χώρῳ κρημνώδει, τοῦ περιβόλον ἀπέχουσα ὅσον λίθου βολήν, κατὰ βραχὺ μάλιστα τὸν ῥοῦν ἀφιεῖσα ἔς τινα δεξαμενὴν αὐτόθι ἐκ παλαιοῦ οὖσαν, ἥ τε δεξαμενὴ πλήρης γεγενημένη ἐκ ταύτης δὴ τῆς ὀλίγης ἐπιρροῆς παρείχετο πόνῳ οὐδενὶ τοῖς ἐν Αὐξίμῳ ὑδρεύεσθαι, ἔννοιά τις Βελισαρίῳ ἐγένετο ὡς, ἢν μὴ τὸ ὕδωρ ἐνταῦθα ξυσταίη, οὐ μή ποτε οἷοί τε ὦσιν οἱ βάρβαροι πρὸς τῶν πολεμίων βαλλόμενοι ἐν χρόνῳ πολλῷ ἀπὸ τῆς ἐπιρροῆς τοὺς ἀμφορέας ἐμπλήσασθαι.
27.3
διαφθεῖραι γοῦν ἐθέλων τὴν δεξαμενὴν ἐπενόει τάδε. ἐξοπλίσας τὸ στράτευμα ὅλον, κύκλῳ τε αὐτὸ ἀμφὶ τὸν περίβολον ὡς ἐς μάχην ταξάμενος, δόκησιν τοῖς ἐναντίοις παρείχετο ὡς τῷ τειχίσματι προσβαλεῖν αὐτίκα δὴ μάλα πανταχόθεν μέλλοι.
27.4
διὸ δὴ κατωρρωδηκότες τὴν ἔφοδον οἱ Γότθοι ἐν ταῖς ἐπάλξεσιν ἡσυχῆ ἔμενον, ὡς ἐνθένδε ἀμυνούμενοι τοὺς πολεμίους.