Book 6
3.4
τούτω δὴ τὼ ὀχετὼ ἐν χώρῳ διέχοντι Ῥώμης σταδίοις πεντήκοντα ξυμβάλλετόν τε ἀλλήλοιν καὶ τὴν ἐναντίαν ὁδὸν δι’ ὀλίγου τρέπεσθον.
3.5
ὁ γὰρ ἔμπροσθεν χώραν λαχὼν τὴν ἐν δεξιᾷ τηνικαῦτα χωρεῖ φερόμενος τὰ εὐώνυμα.
3.6
πάλιν δὲ ξυνιόντε καὶ χώραν τὴν προτέραν ἀπολαβόντε τὸ λοιπὸν διακέκρισθον, καὶ ἀπ’ αὐτοῦ χῶρον τὸν μεταξὺ ὀχύρωμα ξυμβαίνει τῷ ἐκ τῶν ὀχετῶν περιβάλλεσθαι.
3.7
τούτων δὲ τὰ κάτω κυρτώματα οἱ βάρβαροι λίθοις τε καὶ πηλῷ φράξαντες φρουρίου σχῆμα πεποίηνται κἀνταῦθα οὐχ ἧσσον ἢ ἐς ἑπτακισχιλίους ἐνστρατοπεδευσάμενοι φυλακὴν εἶχον τοῦ μηκέτι τοὺς πολεμίους ἐς τὴν πόλιν τι τῶν ἐπιτηδείων ἐσκομίζεσθαι.
3.8
Τότε δὴ Ῥωμαίους πᾶσα μὲν ἐλπὶς ἀγαθοῦ ἐπελελοίπει, πᾶσα δὲ ἰδέα κακοῦ περιεστήκει. τέως μὲν οὖν ὁ σῖτος ἤκμαζε, τῶν στρατιωτῶν οἱ εὐτολμότατοι ἐναγούσης αὐτοὺς τῆς τῶν χρημάτων ἐπιθυμίας τοῖς ἵπποις τε ὀχούμενοι καὶ ἄλλους ἐφέλκοντες ἐν τοῖς ληΐοις ἐγίνοντο νύκτωρ τῆς πόλεως οὐ μακρὰν ἄποθεν.
3.9
τέμνοντές τε τοὺς ἀστάχυας καὶ τοῖς ἵπποις οὓς αὐτοὶ ἐφεῖλκον ἐνθέμενοι, ἐς τὴν πόλιν λανθάνοντες τοὺς πολεμίους ἐκόμιζον χρημάτων τε μεγάλων Ῥωμαίων τοῖς εὐδαίμοσιν ἀπεδίδοντο.
3.10
οἱ μέντοι ἄλλοι βοτάναις τισὶν ἀπέζων, οἷαι πολλαὶ ἀμφί τε τὰ προάστεια καὶ τοῦ περιβόλου ἐντὸς γίνονται. βοτάνη γὰρ γῆν τὴν Ῥωμαίων οὔτε χειμῶνος ὥρᾳ οὔτε ἐς ἄλλον τινὰ ἐπιλείπει καιρόν, ἀλλ’ ἀνθεῖ τε ἀεὶ καὶ τέθηλεν ἐς πάντα τὸν χρόνον.
3.11
ἀφ’ οὗ δὴ καὶ ἱπποφορβεῖν ἐνταῦθα τοὺς πολιορκουμένους τετύχηκε. τινὲς δὲ καὶ ἐξ ἡμιόνων τῶν ἐν Ῥώμῃ θνησκόντων ἀλλᾶντας ποιούμενοι ἀπεδίδοντο λάθρα.